- 텍스트

Bacchylides, Οδες ῾Γρεεκ᾿?, epinicians, ode 3 Ιἕρωνι Συρακοσίῳ Ἵπποις Ὀλύμπια.

(바킬리데스, Οδες ῾Γρεεκ᾿, epinicians, ode 3 Ιἕρωνι Συρακοσίῳ Ἵπποις Ὀλύμπια.)

ἀριστοκάρπου Σικελίας κρέουσαν Δάματρα ϝιοστέφανόν τε κούραν ὕμνει, γλυκύδωρε Κλειοῖ, θοάς τ Ὀ- λυμπιοδρόμους Ιἕρωνος ἵππους. σεύον]το γὰρ σὺν ὑπερόχῳ τε Νίκᾳ σὺν Ἀγ]λαΐᾳ τε παρ εὐρυδίναν Ἀλφεόν, τόθι Δ]εινομένεος ἔθηκαν ὄλβιον [γόνον στεφάνω]ν κυρῆσαι.

θρόησε δὲ λ[αὸς ἀπείρων:

ἆ τρισευδαίμ[ων ἀνήρ, ὃ παρὰ Ζηνὸς λαχὼν πλείσταρχον Ἑλλάνων γέρας οἶδε πυργωθέντα πλοῦτον μὴ μελαμ- φαρέϊ κρύπτειν σκότῳ. βρύει μὲν ἱερὰ βουθύτοις ἑορταῖς, βρύουσι φιλοξενίας ἀγυιαί:

λάμπει δ ὑπὸ μαρμαρυγαῖς ὁ χρυσὸς ὑψιδαιδάλτων τριπόδων σταθέντων πάροιθε ναοῦ, τόθι μέγιστον ἄλσος Φοίβου παρὰ Κασταλίας ῥεέθροις Δελφοὶ διέπουσι. θεόν, θεόν τις ἀγλαϊζέτω, ὁ γὰρ ἄριστος ὄλβων.

ἐπεί ποτε καὶ δαμασίππου Λυδίας ἀρχαγέταν, εὖτε τὰν πεπ[ρωμέναν Ζηνὸς τελε[ιοῦσαι κρίσιν Σάρδιες Περσᾶ[ν ἐπορθεῦντο στρ]ατῷ, Κροῖσον ὁ χρυσά[ορος φύλαξ Ἀπόλλων.

[ὁ δ ἐς ἄ]ελπτον ἆμαρ μολὼν πολυδ[άκρυον] οὐκ ἔμελλε μίμνειν ἔτι δ[ουλοσύ]ναν:

πυρὰν δὲ χαλκοτειχέος π[ροπάροι]θεν αὐ[λᾶς ναήσατ, ἔνθα σὺ[ν ἀλόχῳ] τε κεδνᾷ σὺν εὐπλοκάμοις τ ἐπέβαιν ἄλα[στον θυγατράσι δυρομέναις: χέρας δ ἐς αἰπὺν αἰθέρα σφετέρας ἀείρας γέγω]νεν:

ὑπέρβιε δαῖμον, ποῦ θεῶν ἐστιν χάρις·

ποῦ δὲ Λατοίδας ἄναξ· πίτνους]ιν Ἀλυάττα δόμοι, ] μυρίων ]ν· ]ν ἄστυ, φοινίσσεται αἵματι χρυσο]δίνας Πακτωλός:

ἀεικελίως γυναῖκες ἐξ ἐϋκτίτων μεγάρων ἄγονται: τὰ πρόσθε δ ἐχθρὰ φίλα:

θανεῖν γλύκιστον. τός εἶπε, καὶ ἁβροβάταν κέλευσεν ἅπτειν ξύλινον δόμον. ἔ[κλαγ]ον δὲ παρθένοι, φίλας τ ἀνὰ ματρὶ χεῖρας ἔβαλλον: ὁ γὰρ προφανὴς θνα- τοῖσιν ἔχθιστος φόνων:

ἀλλ ἐπεὶ δεινοῦ πυρὸς λαμπρὸν διάϊ[σσεν μέ]νος, Ζεὺς ἐπιστάσα[ς μελαγκευ]θὲς νέφος σβέννυεν ξανθὰ[ν φλόγα. ἄπιστον οὐδέν, ὅ τι θ[εῶν μέ]ριμνα τεύχει:

δἰ εὐσέβειαν, ὅτι μέγιστα θνατῶν.

ἐς ἀγαθέαν ἀνέπεμψε Πυθώ. φάμ]εν σέο πλείονα χρυσὸν Λοξί]ᾳ πέμψαι βροτῶν.

εὖ λέγ]ειν πάρεστιν, ὅς- τις μὴ φθόνῳ πιαίνεται, θεοφι]λῆ φίλιππον ἄνδρ ἀρήϊον, τεθμ]ίου σκᾶπτρον Διὸς ἰοπλό]κων τε μέρο[ς ἔχοντ]α Μουσᾶν: ὡς δ ἐν] Μαλέᾳ ποτέ, [χεῖμα δαί]μων ἐπ ἔθ]νος ἐφάμερον α[ἶψ ἱήσι.

καίρι]α σκοπεῖς: βραχ[ὺς ἄμμιν αἰών: δολό]εσσα δ ἐλπὶς ὑπ[ὸ κέαρ δέδυκεν ἐφαμ]ερίων:

ὁ δ ἄναξ [Ἀπόλλων ὁ βουκό]λος εἶπε Φέρη[τος υἱῖ: θνατὸν εὖντα χρὴ διδύμους ἀέξειν γνώμας, ὅτι τ αὔριον ὄψεαι μοῦνον ἁλίου φάος, χὥτι πεντήκοντ ἔτεα ζωὰν βαθύπλουτον τελεῖς. ὅσια δρῶν εὔφραινε θυμόν: τοῦτο γὰρ κερδέων ὑπέρτατον.

φρονέοντι συνετὰ γαρύω:

βαθὺς μὲν αἰθὴρ ἀμίαντος: ὕδωρ δὲ πόντου οὐ σάπεται: εὐφροσύνα δ ὁ χρυσός: ἀνδρὶ δ οὐ θέμις, πολιὸν π[αρ]έντα γῆρας, θάλειαν αὖτις ἀγκομίσσαι ἥβαν. ἀρετᾶ[ς γε μ]ὲν οὐ μινύθει βροτῶν ἅμα ς[ώμα]τι φέγγος, ἀλλὰ Μοῦσά νιν τρ[έφει].

Ιἕρων, σὺ δ ὄλβου κάλλιστ ἐπεδ[είξ]αο θνατοῖς ἄνθεα: πράξα[ντι] δ εὖ οὐ φέρει κόσμον σιω- πά:

σὺν δ ἀλαθείᾳ καλῶν καὶ μελιγλώσσου τις ὑμνήσει χάριν Κηΐας ἀηδόνος.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION