호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τρίγλῃ, κίχλη διὰ τοῦ η.? τὰ γὰρ εἰς λα λήγοντα θηλυκὰ ἕτερον αἰτεῖ λάβδα, Σκύλλα, Τελέσιλλα: ὅσα δ ἐπιπλοκὴν ἔχει τοῦ γ εἰς γ λήγει, τρώγλη, αἴγλη, ζεύγλη. τὴν δὲ τρίγλην φησὶν Ἀριστοτέλης τρὶς τίκτειν τοῦ ἔτους ἐν πέμπτῳ μορίων, τεκμαίρεσθαι λέγων τοὺς ἁλιεῖς τοῦτο ἐκ τοῦ γόνου τρὶς φαινομένου περί τινας τόπους, μήποτ οὖν ἐντεῦθέν ἐστι καὶ τὸ τῆς ὀνομασίας, ὡς ἀμίαι ὅτι οὐ κατὰ μίαν φέρονται, ἀλλ ἀγεληδόν, σκάρος δὲ ἀπὸ τοῦ σκαίρειν καὶ καρίς, ἀφύαι δ ὡς ἂν ἀφυεῖς οὖσαι, τουτέστιν δυσφυεῖς: θύω, θύννος ὁ ὁρμητικός, διὰ τὸ κατὰ τὴν τοῦ κυνὸς ἐπιτολὴν ὑπὸ τοῦ ἐπὶ τῆς κεφαλῆς οἴστρου ἐξελαύνεσθαι. ἐστὶ δὲ καρχαρόδους, συναγελαστική, παντόστικτος, ἔτι δὲ σαρκοφάγος, τὸ δὲ τρίτον τεκοῦσα ἄγονός ἐστι:
γίνεται γάρ τινα σκωλήκια αὐτῇ ἐν τῇ ὑστέρᾳ ἃ τὸν γόνον τὸν γινόμενον κατεσθίει. ἀπὸ δὲ τοῦ συμβεβηκότος Ἐπίχαρμος ὀνομάζει αὐτὰς κυφὰς ἐν Ἥβας γάμῳ διὰ τούτων ἆγε δὴ τρίγλας τε κυφὰς κἀχαρίστους βαιόνας. Σώφρων δ ἐν τοῖς ἀνδρείοις τριγόλας τινὰς ἐν τούτοις ὀνομάζει: καὶ τριγόλαν τὸν εὐδιαῖον. ἐν δὲ τῷ ἐπιγραφομένῳ Παιδικὰ ποιφυξεῖς φησί:
"τρίγλας μὲν γένηον, τριγόλα δ ὀπισθίδια. κἀν τοῖς γυναικείοις δὲ ἔφη: "τρίγλαν γενεᾶτιν. Διοκλῆς δ ἐν τοῖς πρὸς Πλείσταρχον σκληρόσαρκον εἶναί φησι τὴν τρίγλαν. Σπεύσιππος δ ἐμφερῆ φησιν εἶναι κόκκυγα, χελιδόνα, τρίγλαν. "τρίγλας μὲν γένηον, ὁ τριγόλα δ ὀπισθίδια.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기