호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"οἱ ναυτικοί, φησίν, πομπίλον ἱερὸν ἰχθὺν προσαγορεύουσι διὰ τὸ ἐκ πελάγους προπέμπειν τὰς ναῦς ἑώς εἰς λιμένα:? "διὸ καὶ πομπίλον καλεῖσθαι, χρύσοφρυν ὄντα. καὶ Ἐρατοσθένης δ ἐν Ἑρμῇ φησιν ἄγρης μοῖραν ἔλειπον, ἔτι ζώοντας ἰούλους ἠὲ γενειῆτιν τρίγλην ἢ περκάδα κίχλην ἢ δρομίην χρύσειον ἐπ ὀφρύσιν ἱερὸν ἰχθύν. ἐκ ταύτης ἡμῶν τῆς ὀψολογίας ὁ καλὸς Οὐλπιανὸς ζητείτω κατὰ τί Ἀρχέστρατος ἐν ταῖς καλαῖς ὑποθήκαις περὶ τῶν ἐν Βοσπόρῳ ταρίχων εἰπών Βοσπόρου ἐκπλεύσαντα τὰ λευκότατ, ἀλλὰ προσέστω μηδὲν ἐκεῖ στερεᾶς σαρκὸς Μαιώτιδι λίμνῃ ἰχθύος αὐξηθέντος, ὃν ἐν μέτρῳ οὐ θέμις εἰπεῖν τίς οὗτός ἐστιν ὅν φησιν οὐ θεμιτὸν εἶναι ἐμμέτρως εἰπεῖν·?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기