- φέρε δὴ καὶ τούτων βραχύ τι μνημονεύσωμεν, ἂν ἄρα ἀκούσαντες ὑφῆτε τοῦ φρονήματος ἀλλ ὁσονοῦν - ἐκεῖνοι τοίνυν ἠγάπων, εἴ τιν ἔχοιεν τὸν προεστῶτα ἑαυτῶν, καὶ διετέλουν ἐν τούτῳ τῷ σχήματι τοτὲ μὲν Ἀθηναίους εὐεργέτας νομίζοντες ἐλευθεροῦντας σφᾶς ἀπὸ τῶν βαρβάρων, πάλιν δὲ Λακεδαιμονίους ἀπ Ἀθηναίων, αὖθις δ αὖ Φιλίππῳ καὶ Ἀλεξάνδρῳ διδόντες αὑτοὺς ἀσμένως, οὕτω σφόδρα ἀσχόλως εἶχον πρὸς τὸ πρωτεύειν. (Aristides, Aelius, Orationes, 17:3)
(아리스티데스, 아일리오스, 연설, 17:3)
- καὶ οὐκ ἀγαπᾷς τὸ τοῦ σοῦ Πρωταγόρου, εἰ καὶ καθ ὁσονοῦν προὐβίβασαν τοὺς πολλοὺς εἰς τὸ βέλτιον, ἀλλ εἰ μὴ πάντ ἀνεγκλήτως ὁ δῆμος καὶ ὥσπερ ἂν εἷς ἀνὴρ μετεχείρισε, τοῦτ ἤδη κατὰ τῶν προστατῶν ἐστί σοι. (Aristides, Aelius, Orationes, 112:3)
(아리스티데스, 아일리오스, 연설, 112:3)
- οὐ γὰρ τοῦτ ἐστὶ τὸ ἀμφισβητούμενον, ἀλλ εἰ τῷ ἐν ὁτῳοῦν καὶ ὁσονοῦν προέχοντι μὴ προσήκει λέγειν περὶ αὑτοῦ μηδὲ φρονεῖν, ἀλλ ἀποχρῆν ἐὰν οἱ συνειδότες ὦσιν, ἥκιστα πάντων ὑπὲρ αὑτοῦ προσήκει λέγειν τῷ Διί. (Aristides, Aelius, Orationes, 12:12)
(아리스티데스, 아일리오스, 연설, 12:12)
- εἴτ ὦ πρὸς τοῦ Διὸς τὸν μὲν δεῖνα τὸν γραφέα ἠξίους τοσαύτας ὑπερβολὰς περὶ αὑτοῦ λέγειν καὶ παρρησιάζεσθαι, ᾧ καὶ σιγῇ τὸ αὑτοῦ περαίνειν ἐκ τῆς τέχνης ἦν, ἄνθρωπον δὲ ἐν ὀλίγοις ἐξεταζόμενον, οὐδὲν γὰρ ἄλλο λέγω τὰ νῦν περὶ τῶν ἐμαυτοῦ λόγων, καὶ ὁσονοῦν παραφθέγξασθαι θαυμαστόν τί σοι καὶ δεινὸν κατεφάνη· (Aristides, Aelius, Orationes, 22:2)
(아리스티데스, 아일리오스, 연설, 22:2)
- ἢ πρὸς θεῶν λούσασθαι μὲν κέρδος ἐστὶ ζῶντα, ὃ καὶ τελευτήσαντα μενεῖ δήπουθεν, λόγων δὲ ὧν εἴργεσθαι μετὰ τὴν τελευτὴν ἀνάγκη, τούτων ζῶντα ἀπολαῦσαι, καὶ αὐτὸν λέγοντα καὶ ἑτέρῳ παρόντα, ἀηδία, καὶ τῇ μὲν ἑταίρᾳ συγγενέσθαι κεφάλαιον εὐδαιμονίας, ἀνδρὶ δὲ τῷ πρώτῳ τῶν Ἑλλήνων συγγενέσθαι καὶ ὁσονοῦν εἰς κατάραν τελεῖ· (Aristides, Aelius, Orationes, 9:1)
(아리스티데스, 아일리오스, 연설, 9:1)