- ἐπεὶ δὲ τοσούτων λεχθέντων μηδὲν ἀποκρίνεται, κελεύω αὐτὸν κατὰ τοὺς Ἀλέξιδος Διδύμους χυδαίοις στεφανωθέντα στεφάνοις ἐξάγεσθαι τοῦ συμποσίου, τῶν δὲ χυδαίων στεφάνων μνημονεύων ὁ κωμῳδιοποιός φησιν στεφάνων τε τούτων τῶν χύδην πεπλεγμένων. (Athenaeus, The Deipnosophists, Book 15, book 15, chapter 33 4:4)
(아테나이오스, The Deipnosophists, Book 15, book 15, chapter 33 4:4)
- "διὸ δὴ καὶ κατὰ μέσον χειμῶνα τῆς ὑποδοχῆς τότε γενηθείσης παράδοξος ἡ φαντασία τοῖς ξένοις κατέστη, τὰ γὰρ εἰς μίαν εὑρεθῆναι στεφάνωσιν οὐκ ἂν δυνηθέντα ἐν ἄλλῃ πόλει ῥᾳδίως, ταῦτα καὶ τῷ πλήθει τῶν κατακειμένων ἐχορηγεῖτο εἰς τοὺς στεφάνους ἀφθόνως καὶ εἰς τὸ τῆς σκηνῆς ἔδαφος κατεπέπαστο χύδην, θείου τινὸς ὡς ἀληθῶς ἀποτελοῦντα λειμῶνος πρόσοψιν. (Athenaeus, The Deipnosophists, Book 5, book 5, chapter 19 3:82)
(아테나이오스, The Deipnosophists, Book 5, book 5, chapter 19 3:82)
- καὶ ταῖς ἡδοναῖς οὕτως ἀσελγῶς ἐχρήσατο καὶ χύδην ὥστε πολὺ μᾶλλον διὰ τὴν αἰτίαν ταύτην αὐτὸν ὑπολαμβάνεσθαι Σικελιώτην ἢ διὰ τὴν πατρίδα Σπαρτιάτην. (Athenaeus, The Deipnosophists, Book 12, book 12, chapter 51 1:1)
(아테나이오스, The Deipnosophists, Book 12, book 12, chapter 51 1:1)
- κατατεινόμενον οὖν ὑπὸ ποδάγρας πλείους ἡμέρας, ὣς ποτ οὖν ἐρράισεν καὶ κατεῖδεν διά τινων ὑπολαμπάδων τοὺς Αἰγυπτίους παρὰ τὸν ποταμὸν ἀριστοποιουμένους καὶ τὰ τυχόντα προσφερομένους ἐπί τε τῆς ἄμμου χύδην ἐρριμμένους, εἶπεν: (Athenaeus, The Deipnosophists, Book 12, book 12, chapter 51 3:1)
(아테나이오스, The Deipnosophists, Book 12, book 12, chapter 51 3:1)
- ἐν δὲ Μαραθῶνι μετὰ τῆς ἑαυτοῦ φυλῆς Ἀριστείδης ἀπολειφθεὶς φύλαξ τῶν αἰχμαλώτων καὶ τῶν λαφύρων οὐκ ἐψεύσατο τὴν δόξαν, ἀλλὰ χύδην μὲν ἀργύρου καὶ χρυσοῦ παρόντος, ἐσθῆτος δὲ παντοδαπῆς καὶ χρημάτων ἄλλων ἀμυθήτων ἐν ταῖς σκηναῖς καὶ τοῖς ἡλωκόσι σκάφεσιν ὑπαρχόντων, οὔτ αὐτὸς ἐπεθύμησε θιγεῖν οὔτ ἄλλον εἰάσε, πλὴν εἴ τινες ἐκεῖνον λαθόντες ὠφελήθησαν: (Plutarch, , chapter 5 5:1)
(플루타르코스, , chapter 5 5:1)