- Γίγνεται δὲ ἡ γλῶσσα τρηχείη καὶ ξηρὴ καὶ μέλαινα κάρτα‧ καὶ τὰ περὶ τὴν νηδὺν δακνόμενος ἀλγέει‧ τά τε ὑποχωρήματα ἔξυγρα καὶ ὠχρὰ γίγνεται, καὶ δίψαι σφοδραὶ ἔνεισι, καὶ ἀγρυπνίη, ἐνίοτε δὲ καὶ παραλλάξιες φρενῶν. (Hippocrates, Oeuvres Completes D'Hippocrate., , 1.3)
(히포크라테스, Oeuvres Completes D'Hippocrate., , 1.3)
- Τοὺς τοιούτους δὲ ἢν μὲν ἐξ ἀρχῆς φαρμακεύειν προαιρῇ, πρὸ τῆς πέμπτης, ἢν βορβορύζῃ ἡ κοιλίη‧ εἰ δὲ μὴ, ἐᾷν ἀφαρμακεύτους εἶναι‧ ἢν δὲ διαβορβορύζῃ, καὶ τὰ ὑποχωρήματα χολώδεα ᾖ, σκαμμωνίῳ ὑποκάθαιρε μετρίως‧ τῇ δὲ ἄλλῃ θεραπείῃ, ὡς ἐλάχιστα προσφέρειν πόματα καὶ Ῥοφήματα, ἵνα βελτιόνως ἔχῃ, ἢν μὴ ὑπερβῶσι τὴν τεσσαρεσκαιδεκάτην ἐπανέντες. (Hippocrates, Oeuvres Completes D'Hippocrate., , 10.5)
(히포크라테스, Oeuvres Completes D'Hippocrate., , 10.5)
- Ὁκόσοι κοιλίας τὰς κάτω θερμὰς ἔχουσι, καὶ δριμέα τὰ ὑποχωρήματα καὶ ἀνώμαλα διέρχεται ὑπὸ ξυντήξιος αὐτέοισιν, ἢν μὲν δυνατοὶ ἐώσιν, ἐλλεβόρῳ ἀντισπάσαι‧ ἢν δὲ μὴ, ὁ χυλὸς τῶν σητανίων πυρῶν παχὺς, ψυχρὸς, καὶ τὸ φάκινον ἔτνος, καὶ ἄρτοι ἐγκρυφίαι, καὶ ἰχθύες πυρέσσοντι μὲν ἑφθοὶ, ἀπυρέτῳ δὲ ἐόντι ὀπτοὶ, καὶ οἶνος μέλας ἀπυρέτῳ‧ ἢν δὲ μὴ, ὕδωρ ἀπὸ μεσπίλων ἢ μύρτων ἢ μήλων ἢ οὐών, ἢ φοινικοβαλάνων, ἢ οἰνάνθης ἀμπελικῆς. (Hippocrates, Oeuvres Completes D'Hippocrate., , 21.1)
(히포크라테스, Oeuvres Completes D'Hippocrate., , 21.1)
- Τοὺς δὲ παροξυσμοὺς καὶ τὰς καταστάσιας δηλώσουσιν αἱ νοῦσοι, καὶ αἱ ὡρ῀αι τοῦ ἔτεος, καὶ αἱ τῶν περιόδων πρὸς ἀλλήλας ἀνταποδόσιες, ἤν τε καθ ἡμέρην, ἤν τε παρ ἡμέρην, ἤν τε καὶ διὰ πλείονος χρόνου γίγνωνται‧ ἀτὰρ καὶ τοῖσιν ἐπιφαινομένοισιν, οἱο῀ν ἐν πλευριτικοῖσι πτύελον ἢν μὲν αὐτίκα ἐπιφαίνηται, ἀρχομένου, βραχύνει, ἢν δ ὕστερον ἐπιφαίνηται, μηκύνει‧ καὶ οὖρα καὶ ὑποχωρήματα καὶ ἱδρῶτες, καὶ δύσκριτα καὶ εὔκριτα, καὶ βραχέα καὶ μακρὰ τὰ νοσήματα, ἐπιφαινόμενα, δηλοῖ. (Hippocrates, Oeuvres Completes D'Hippocrate., AFORISMOI., 25.18)
(히포크라테스, Oeuvres Completes D'Hippocrate., AFORISMOI., 25.18)
- Ὑποχωρήματα μέλανα, οἱονεὶ αἷμα, ἀπὸ ταυτομάτου ἰόντα, καὶ ξὺν πυρετῷ, καὶ ἄνευ πυρετοῦ, κάκιστα‧ καὶ ὁκόσῳ ἂν τὰ χρώματα πλείω καὶ πονηρότερα ᾖ, μᾶλλον. (Hippocrates, Oeuvres Completes D'Hippocrate., AFORISMOI., 83.18)
(히포크라테스, Oeuvres Completes D'Hippocrate., AFORISMOI., 83.18)