- Greek-English Dictionary

Ancient Greek-English Dictionary Language

συμμιγής?

Third declension Adjective; 자동번역 Transliteration: symmigēs

Principal Part: συμμιγής συμμιγές

Structure: συμμιγη (Stem) + ς (Ending)

Sense

  1. commingled, promiscuous
  2. commingled with

Examples

  • οὐ χαλεπόν, ὦ Πολύστρατε, εἰ τὸ ἀπὸ τοῦδε παραδόντες τὰς εἰκόνας τῷ λόγῳ, ἐπιτρέψαιμεν αὐτῷ μετακοσμεῖν καὶ συντιθέναι καὶ ἁρμόζειν ὡς ἂν εὐρυθμότατα δύναιτο, φυλάττων ἅμα τὸ συμμιγὲς ἐκεῖνο καὶ ποικίλον. (Lucian, Imagines, (no name) 5:4)
  • ἔνθ αἱματηρὸς πέλανος ἐς γαῖαν Σκύθης ἠντλεῖτο λόγχῃ Θρῄξ τε συμμιγὴς φόνος. (Euripides, Rhesus, episode, iambics 1:5)
  • ὁμίχλην δὲ τοῦ ποταμοῦ πολλὴν ἀναδιδόντος πρῶτον μὲν ἀπεκρύπτετο ζόφῳ τὸ πεδίον, καὶ σύνοπτον οὐδὲν ἦν ἀπὸ τῶν πολεμίων, πλὴν ἠχή τις ἄκριτος καὶ συμμιγὴς ἄνω πρὸς τὸν λόφον ἐχώρει πρόσωθεν ἀνισταμένης στρατιᾶς τοσαύτης. (Plutarch, Timoleon, chapter 27 1:2)
  • οὕτως δ ὁ μάντις, υἱὸν Οἰκλέους λέγω, σώφρων δίκαιος ἀγαθὸς εὐσεβὴς ἀνήρ, μέγας προφήτης, ἀνοσίοισι συμμιγεὶς θρασυστόμοισιν ἀνδράσιν βίᾳ φρενῶν, τείνουσι πομπὴν τὴν μακρὰν πάλιν μολεῖν, Διὸς θέλοντος ξυγκαθελκυσθήσεται. (Aeschylus, Seven Against Thebes, choral, strophe 3 2:1)
  • τὸ συμμιγὲς ὕδωρ ὅταν ἐν τῇ συμμείξει κοπῇ, μετέβαλεν εἰς ἀέρος ἰδέαν: (Plato, Hippias Major, Hippias Minor, Ion, Menexenus, Cleitophon, Timaeus, Critias, Minos, Epinomis, 276:2)
  • ὁ δὲ Νεῖλος ὑπὸ μαλθακῆς χώρας περιεχόμενος, μᾶλλον δ ὥσπερ αἷμα σαρκὶ κεκραμένος, γλυκύτητος μὲν ἀπολαύει καὶ χυμῶν ἀναπίμπλαται δύναμιν ἐμβριθῆ καὶ τρόφιμον ἐχόντων, συμμιγὴς δὲ φέρεται καὶ θολερός: (Plutarch, Quaestiones Convivales, book 8, 12:2)
  • καίτοι μεσοῦντας μὲν ἔτι τῆς πορείας προσέβαλεν ὥσπερ πνεῦμα ἀπὸ θαλάττης βοὴ συμμιγὴς ἵππων καὶ ἀνδρῶν καὶ τῶν ἄλλων ἐφολκίων τῷ στρατοπέδῳ, τῶν μὲν χρείας ἕνεκα, τῶν δὲ καὶ ψυχαγωγίας βαρβαρικῆς κεκομισμένων. (Aristides, Aelius, Orationes, 34:3)
  • οἶμαι γὰρ οὔτε τοὺς ὑπὲρ Αἴγυπτον καταρράκτας οὔτε τὴν τῆς ἔξω θαλάττης ῥαχίαν οὔτε σκηπτοὺς πυρφόρους οὔθ ὅ τι πλεῖστον ἠχεῖ κατ ἀνθρώπους τῷ τότ εἶναι κακῷ καὶ κτύπῳ παραβαλεῖν, ὃς ἐξ ἁπάντων εἷς ἠγείρετο συμμιγὴς, τὴν ἀπροσδόκητον καὶ ἄχαριν συναυλίαν πληρῶν, ἐφ ᾗ Ῥόδος ἐξωρμήκει: (Aristides, Aelius, Orationes, 7:4)

Synonyms

  1. commingled

  2. commingled with

Source: Henry George Liddell. Robert Scott. "A Greek-English Lexicon". revised and augmented throughout by. Sir Henry Stuart Jones.

Find this word at Perseus Greek Word Study Tool

SEARCH

MENU NAVIGATION