πολυδέκτης?
First declension Noun; Masculine
Transliteration: polydektēs
Principal Part:
πολυδέκτης
πολυδέκτου
Structure:
πολυδεκτ
(Stem)
+
ης
(Ending)
Declension
First declension
The inflection forms above were generated by rules and some usages of them were not attested.
Due to a bug of system, some forms may display wrong accents.
- ἐπεὶ καὶ Σιμωνίδης ὁ ποιητὴς οὐκ Εὐνόμου λέγει τὸν Λυκοῦργον πατρός, ἀλλὰ Πρυτάνιδος καὶ τὸν Λυκοῦργον καὶ τὸν Εὔνομον, οἱ δὲ πλεῖστοι σχεδὸν οὐχ οὕτω γενεαλογοῦσιν, ἀλλὰ Προκλέους μὲν τοῦ Ἀριστοδήμου γενέσθαι Σόον, Σόου δὲ Εὐρυπῶντα, τούτου δὲ Πρύτανιν, ἐκ τούτου δὲ Εὔνομον, Εὐνόμου δὲ Πολυδέκτην ἐκ προτέρας γυναικός, Λυκοῦργον δὲ νεώτερον ἐκ Διωνάσσης, ὡς Διευτυχίδας ἱστόρηκεν, ἕκτον μὲν ἀπὸ Προκλέους, ἑνδέκατον δὲ ἀφ Ἡρακλέους. (Plutarch, Lycurgus, chapter 1 4:1)
- διερύκων γάρ ἁψιμαχίαν τινά, μαγειρικῇ κοπίδι πληγεὶς ἀπέθανε, τῷ πρεσβυτέρῳ παιδὶ Πολυδέκτῃ καταλιπὼν τὴν βασιλείαν. (Plutarch, Lycurgus, chapter 2 3:2)
- Δήμητρ ἠύκομον, σεμνὴν θεόν, ἄρχομ ἀείδειν, αὐτὴν ἠδὲ θύγατρα τανύσφυρον, ἣν Αἰδωνεὺς ἡρ´παξεν, δῶκεν δὲ βαρύκτυπος εὐρύοπα Ζεύς, νόσφιν Δήμητρος χρυσαόρου, ἀγλαοκάρπου, παίζουσαν κούρῃσι σὺν Ὠκεανοῦ βαθυκόλποις ἄνθεά τ αἰνυμένην, ῥόδα καὶ κρόκον ἠδ ἰά καλὰ λειμῶν ἂμ μαλακὸν καὶ ἀγαλλίδας ἠδ ὑάκινθον νάρκισσόν θ, ὃν φῦσε δόλον καλυκώπιδι κούρῃ Γαῖα Διὸς βουλῇσι χαριζομένη Πολυδέκτῃ, θαυμαστὸν γανόωντα: (Anonymous, Homeric Hymns, 2:1)
- Μάγνης δὲ γαμεῖ νύμφην νηίδα, καὶ γίνονται αὐτῷ παῖδες Πολυδέκτης καὶ Δίκτυς: (Apollodorus, Library and Epitome, book 1, chapter 9 6:1)
- βασιλεύων δὲ τῆς Σερίφου Πολυδέκτης ἀδελφὸς Δίκτυος, Δανάης ἐρασθείς, καὶ ἠνδρωμένου Περσέως μὴ δυνάμενος αὐτῇ συνελθεῖν, συνεκάλει τοὺς φίλους, μεθ ὧν καὶ Περσέα, λέγων ἔρανον συνάγειν ἐπὶ τοὺς Ἱπποδαμείας τῆς Οἰνομάου γάμους. (Apollodorus, Library and Epitome, book 2, chapter 4 2:1)
- Πολυδέκτης ὁ Σερίφων βασιλεύς ἀπολιθούμενος ὑπὸ Περσέως τῇ τῆς Γοργόνος κεφαλᾖ, διὰ τὸν τῆς μητρὸς αὐτοῦ γάμον ἐκπέμψας τοῦτον ἐπὶ τὴν τῆς Γοργόνος κεφαλήν, καὶ ὃν καθ ἑτέρου θάνατον ἐπενόει γενέσθαἰ τοῦτον αὐτὸς κατὰ τὴν πρόνοιαν τῆς Δίκης ἐδέξατο. (Unknown, Greek Anthology, book 3, chapter 111)
- ἀδελφὸς ἦν πρεσβύτερος τοῦ Λυκούργου Πολυδέκτης: (Strabo, Geography, Book 10, chapter 4 27:2)
- τοῦτο δὲ πρᾶξαι τιμωροῦντα τῇ μητρί, ὅτι αὐτὴν Πολυδέκτης ὁ βασιλεὺς ἄκουσαν ἄγεσθαι προείλετο πρὸς γάμον συμπραττόντων ἐκείνων. (Strabo, Geography, Book 10, chapter 5 13:3)
Synonyms
-
the all-receiver