ὀλολυγή?
First declension Noun; Feminine
Transliteration: ololygē
Principal Part:
ὀλολυγή
Structure:
ὀλολυγ
(Stem)
+
η
(Ending)
Declension
First declension
The inflection forms above were generated by rules and some usages of them were not attested.
Due to a bug of system, some forms may display wrong accents.
- εὐθὺς δὲ τὰ τύμπανα ἐπαταγεῖτο καὶ τὰ κύμβαλα τὸ πολεμικὸν ἐσήμαινε καὶ τῶν Σατύρων τις λαβὼν τὸ κέρας ἐπηύλει τὸ ὄρθιον καὶ ὁ τοῦ Σιληνοῦ ὄνος ἐνυάλιόν τι ὠγκήσατο καὶ αἱ Μαινάδες σὺν ὀλολυγῇ ἐνεπήδησαν αὐτοῖς δράκοντας ὑπεζωσμέναι κἀκ τῶν θύρσων ἄκρων ἀπογυμνοῦσαι τὸν σίδηρον. (Lucian, (no name) 4:3)
- Ἀνὰ Δίνδυμον Κυβήβης Φρύγες ἔνθεον ὀλολυγὴν ἁπαλῷ τελοῦσιν Ἄττῃ, καὶ πρὸς μέλος κεραύλου Φρυγίου κατ᾿ ὄρεα Τμώλου κῶμον βοῶσι Λυδοί: (Lucian, 6)
- διὰ δ ἀθανάτων στομάτων χωρεῖ ξύμφωνος ὁμοῦ θεία μακάρων ὀλολυγή. (Aristophanes, Birds, Parodos, monody3)
- ὡς δ ὑπερβαλὼν τὸν Ταῦρον ἄθρους κατεφάνη καὶ κατεῖδε πρὸς τοῖς Τιγρανοκέρτοις ἐπικαθήμενον τὸ στράτευμα τῶν Ῥωμαίων, ὁ μὲν ἐν τῇ πόλει βάρβαρος ὅμιλος ὀλολυγῇ καὶ κρότῳ τὴν ὄψιν ἐδέξατο, καὶ τοῖς Ῥωμαίοις ἀπὸ τῶν τειχῶν ἀπειλοῦντες ἐδείκνυσαν τοὺς Ἀρμενίους: (Plutarch, Lucullus, chapter 27 1:1)
- καὶ γὰρ τῇ ἅδε τόξα καὶ οὔρεσι θῆρας ἐναίρειν, φόρμιγγές τε χοροί τε διαπρύσιοί τ ὀλολυγαὶ ἄλσεά τε σκιόεντα δικαίων τε πτόλις ἀνδρῶν. (Anonymous, Homeric Hymns, 3:7)
- τοῦτο δὴ τὸ θεοπρόπιον ἀναμνησθέντες, οἱ μὲν τὰ ἕδη τῶν θεῶν Αἰνείου κελεύσαντος εἰς τὸ ἀποδειχθὲν χωρίον ἐκ τῆς νεὼς ἐξέφερον, οἱ δὲ βάθρα καὶ βωμοὺς κατεσκεύαζον αὐτοῖς, αἱ δὲ γυναῖκες ὀλολυγῇ καὶ χορείαις χρώμεναι παρεκόμιζον τὰ ἱερά, οἱ δὲ ἀμφὶ τὸν Αἰνείαν παρασκευασθείσης θυσίας ἔχοντες τοὺς στεφάνους περὶ τὸν βωμὸν ἔστησαν. (Dionysius of Halicarnassus, Antiquitates Romanae, book 1, chapter 55 7:1)
- οἱᾶ δ ἐν κινδύνῳ τοσῷδε, τὰς ἐλπίδας ἐν ᾧ μηδὲν ἐκλείψουσι τιθέμενοι, σπουδῇ προλαβόντες τὴν προθεσμίαν, τοὺς παῖδας ἦγον ἐς Σικελίαν, γονέων τε αὐτοῖς ἐπικλαιόντων καὶ οἰκείων, καὶ μάλιστα τῶν μητέρων, αἳ σὺν ὀλολυγῇ μανιώδει τῶν τέκνων ἐξήπτοντο καὶ νεῶν τῶν φερουσῶν αὐτὰ καὶ στρατηγῶν τῶν ἀγόντων, ἀγκυρῶν τε ἐπελαμβάνοντο καὶ καλῴδια διέσπων καὶ ναύταις συνεπλέκοντο καὶ τὸν πλοῦν ἐκώλυον. (Appian, The Foreign Wars, chapter 11 4:2)
Synonyms
-
any loud cry
- ἀναβόαμα (a loud cry)
- ἰωή (any loud sound: the shout or cry, the sound)
- ὀλόλυγμα (a loud cry, joy)
- ὀλολυγμός (a loud crying, a joyous cry, lamentation)