- "παρὰ γοῦν τῶν Ἑλλήνων μηχανὰς καὶ ὄργανα πολιορκητικὰ μαθόντες τούτοις αὐτῶν περιεγένοντο, Φοινίκων τε τὰ ναυτικὰ εὑρόντων τούτοις αὐτοὺς κατεναυμάχησαν, ἔλαβον δὲ καὶ παρὰ Τυρρηνῶν τὴν σταδίαν μάχην φαλαγγηδὸν ἐπιόντων, καὶ παρὰ Σαυνιτῶν δὲ ἔμαθον θυρεοῦ χρῆσιν, παρὰ δὲ Ἰβήρων γαίσων, καὶ ἄλλα δὲ παρ ἄλλων μαθόντες ἄμεινον ἐπεξειργάσαντο: (Athenaeus, The Deipnosophists, Book 6, book 6, chapter 10422)
(아테나이오스, The Deipnosophists, Book 6, book 6, chapter 10422)
- μόναι δὲ δύο λεγεῶνες οὕτω γὰρ τὰ τάγματα Ῥωμαῖοι καλοῦσιν, ἐπίκλησιν ἡ μὲν Οὐϊτελλίου Ἅρπαξ, ἡ δὲ Ὄθωνος Βοηθός, εἰς πεδίον ἐξελίξασαι ψιλὸν καὶ ἀναπεπταμένον, νόμιμόν τινα μάχην, συμπεσοῦσαι φαλαγγηδόν, ἐμάχοντο πολὺν χρόνον. (Plutarch, Otho, chapter 12 3:1)
(플루타르코스, Otho, chapter 12 3:1)
- τῇ ῥ οἵ γε προχέοντο φαλαγγηδόν, πρὸ δ Ἀπόλλων αἰγίδ ἔχων ἐρίτιμον: (Homer, Iliad, Book 15 38:4)
(호메로스, 일리아스, Book 15 38:4)
- Θετταλῶν γοῦν ἱππεῖς κατ ἴλην μὲν καὶ φαλαγγηδὸν ἀνυπόστατοι, χωρὶς δὲ παρατάξεως πρὸς καιρὸν καὶ τόπον κατ ἄνδρα κινδυνεῦσαι δύσχρηστοι καὶ βραδεῖς: (Polybius, Histories, book 4, chapter 8 10:1)
(폴리비오스, Histories, book 4, chapter 8 10:1)
- Κρῆτες δὲ καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν πρὸς μὲν ἐνέδρας καὶ λῃστείας καὶ κλοπὰς πολεμίων καὶ νυκτερινὰς ἐπιθέσεις καὶ πάσας τὰς μετὰ δόλου καὶ κατὰ μέρος χρείας ἀνυπόστατοι, πρὸς δὲ τὴν ἐξ ὁμολόγου καὶ κατὰ πρόσωπον φαλαγγηδὸν ἔφοδον ἀγεννεῖς καὶ πλάγιοι ταῖς ψυχαῖς:? (Polybius, Histories, book 4, chapter 8 11:1)
(폴리비오스, Histories, book 4, chapter 8 11:1)