살아있는 헬라어
헬라어 입력기 & 발음변환기
베타코드 변환기
알파벳과 발음
알파벳
모음의 발음
자음의 발음
모음의 생략
악센트
접어와 악센트
문법
명사와 성, 수, 격
격의 쓰임
관사
곡용
형용사
헬라어 사전
그-한 사전
한-그 사전
단어 색인
헬라어 텍스트
텍스트
텍스트 검색
문장 내 검색
살아있는 라틴어
헬라어 텍스트
헬라어 텍스트
문장 내 검색
헬라어 텍스트
- 텍스트
- 텍스트 검색
- 문장 내 검색
- 문장 내 검색
헬라어 텍스트
- 텍스트
- 텍스트 검색
- 문장 내 검색
헬라어 텍스트
텍스트
텍스트 검색
문장 내 검색
헬라어 문장 내 검색
Language
English
한국어
헬라어로 검색
한국어로 검색
ἐπὶ δὲ τῇ διαιρέσει τῇδε μετὰ βραχὺ συμπεσόντες, ὡς εἰκὸς ἦν, ἐς ἀλλήλους ὁ Καῖσαρ αὐτῶν
συνέσει
τε καὶ ἐμπειρίᾳ προύχων Λέπιδον μὲν πρότερον αὐτῶν ἣν ἐκεκλήρωτο Λιβύην, ἐπὶ δὲ τῷ Λεπίδῳ καὶ Ἀντώνιον πολέμῳ περὶ Ἄκτιον ἀφείλετο τὴν ἀπὸ Συρίας ἐπὶ κόλπον τὸν Ιὄνιον ἀρχήν.
?
(아피아노스, The Civil Wars, book 1, PROOIMION 5:4)
καὶ ἐπὶ τούτῳ, μείζονος ἔτι τῆς κινήσεως γιγνομένης, μετὰ πλέονος δυνάμεως ἐπέμφθη Κάτων, νέος μὲν ὢν ἔτι πάμπαν, αὐστηρὸς δὲ καὶ φιλόπονος,
συνέσει
τε γνώμης καὶ δεινότητι λόγων ἀριπρεπής, ὥστε αὐτὸν ἐπὶ τοῖς λόγοις ἐκάλουν οἱ Ῥωμαῖοι Δημοσθένη, πυνθανόμενοι τὸν ἄριστον ἐν τοῖς Ἕλλησι ῥήτορα γεγενῆσθαι Δημοσθένη.
(아피아노스, The Foreign Wars, chapter 8 1:3)
καὶ μὴν οὐδ ἐν ταῖς μάχαις καὶ τοῖς ὅπλοις αὐτὸν ἐμέμψαντο οἱ πολέμιοι, ἀλλ ἐπέδειξεν αὐτοῖς οὐ μόνον
συνέσει
καὶ τῇ ἄλλῃ παιδείᾳ, ἀλλὰ καὶ ἀνδρείᾳ κρατεῖν αὐτῶν δυνάμενος.
(아리스티데스, 아일리오스, 연설,
Εἰς βασιλέα [σπ.]
11:4)
ἔτι δ ἄλλους μέν τινας εἰκὸς ἀγροικίζεσθαι, ὑμᾶς δὲ, οἳ καὶ
συνέσει
καὶ τῷ πεπαιδεῦσθαι τοσοῦτον προέχειν δοκεῖτε, μὴ πρῶτον μὲν ὅλως εὐμενῶς ἔχειν πρὸς τὰς ἀκροάσεις τῶν λόγων, ἔπειτα ἄν τις τὰ βέλτιστα παραινῇ, μὴ κεχρῆσθαι μετὰ τοῦ χάριν πρὸς ἔχειν, ἕν γέ τι τῶν ἀτοπωτάτων, ὥς γ ἐμοὶ κρῖναι.
(아리스티데스, 아일리오스, 연설,
Συμβουλευτικὸς περὶ τοῦ μὴ δεῖν κωμῳδεῖν
2:3)
ἐκεῖνοι τοίνυν καὶ ἀγχινοίᾳ καὶ
συνέσει
καὶ τοῖς ἄλλοις ἀγαθοῖς τῶν ἁπανταχῆ πάντων κρατοῦντες καὶ πᾶσαν πολιτικῆς ἀρετῆς ἐπιστήμην ἐν τῇ ψυχῇ φέροντες, μᾶλλον δ αὐτὸ τοῦτο ψυχὴ τῶν πραγμάτων καὶ δοκοῦντες καὶ ὄντες, οὐ μόνον ὅπως ἑαυτῆς ἀξίως ἡ πόλις εὖ πράττοι καὶ διαγίγνοιτο, ἀλλ ὅπως καὶ τῶν παρὰ τῆς τύχης εὐποιιῶν μειζόνων ἀεὶ διὰ πάντων πειρῷτο, τοῦτ ἔχοντες προὔργου, αὐτοί τε πάνθ ὑπὲρ αὐτῆς καὶ ποιεῖν καὶ λέγειν ᾤοντο χρῆναι, μηδὲν τῶν ὅσα πρὸς εὐδαιμονίαν τοῦ κοινοῦ φέρει μηδ ὁπωστιοῦν παριέντες, τούς τε πρὸς αὐτὴν ὁτιοῦν ἀγαθὸν διαπραξαμένους, καὶ πολίτας λέγω καὶ ξένους, καὶ γενομένους τοῖς πράγμασιν ἐν καιρῷ, ὁμοῦ μὲν ἀμειβόμενοι τῆς σπουδῆς, ὁμοῦ δὲ καὶ πρὸς τὸ μέλλον καὶ αὐτοὺς καὶ τοὺς ἄλλους ἐπὶ τὰ ἴσα καὶ μείζω παρακαλοῦντες, μεγίσταις ὅτι μάλιστα καὶ φιλοτιμοτάταις ἐδωροῦντο τουτουσὶ ταῖς τιμαῖς, τοῦτο μὲν χαλκοῦς ἐπ ἀγορᾶς ἱστάντες, τοῦτο δὲ παρέδρους τοῖς ἐν ἀκροπόλει θεοῖς καθιστάντες, τοὺς δὲ μεγάλων καὶ θαυμαστῶν καὶ τῶν αὐτῶν τοῖς θεοῖς ἀξιοῦντες τῶν προσρημάτων, ἔστι δ οἷς καὶ χρήματα ὅτι πλεῖστα διδόντες:
(아리스티데스, 아일리오스, 연설,
Πρὸς Δημοσθένη περὶ ἀτελείας
22:8)
ἡ μὲν οὖν ὀλιγαρχία τοῦτον κατέστη τὸν τρόπον, ἐπὶ Καλλίου μὲν ἄρχοντος, ἔτεσιν δ ὕστερον τῆς τῶν τυράννων ἐκβολῆς μάλιστα ἑκατὸν, αἰτίων μάλιστα γενομένων Πεισάνδρου καὶ Ἀντιφῶντος καὶ Θηραμένους, ἀνδρῶν καὶ γεγενημένων εὖ καὶ
συνέσει
καὶ γνώμῃ δοκούντων διαφέρειν.
(아리스토텔레스, 아테네인들의 정치체제, work Ath. Pol., chapter 32 2:1)
λέγεται δὲ ὅτι καὶ
συνέσει
τῶν ἄλλων ἰχθύων διαφέρει, ἐπινοητικὸς ὢν τοῦ διασῴζειν ἑαυτόν, διὸ καὶ ὁ κωμῳδιοποιὸς Ἀριστοφάνης φησί:
(아테나이오스, The Deipnosophists, Book 7, book 7, chapter 86 1:2)
βούλεται μὲν γὰρ ὁ τὸν λόγον ποιῶν ἐπαινεῖν Ἐπικράτην, ὃν ᾤετο πολλῶν καὶ καλῶν κἀγαθῶν ὄντων νέων ἐν τῇ πόλει χαριέστατον εἶναι, καὶ πλέον τῇ
συνέσει
προέχειν ἢ τῷ κάλλει τῶν ἡλικιωτῶν.
(데모스테네스, Speeches 51-61,
Ἐρωτικός
2:3)
τοῦτο μὲν γὰρ Περικλέα τὸν
συνέσει
πλεῖστον τῶν καθ αὑτὸν διενεγκεῖν δόξαντα πάντων, ἀκούσει πλησιάσαντ Ἀναξαγόρᾳ τῷ Κλαζομενίῳ καὶ μαθητὴν ἐκείνου γενόμενον ταύτης τῆς δυνάμεως μετασχόντα:
(데모스테네스, Speeches 51-61,
Ἐρωτικός
53:2)
τῶν τε ἄλλων τοὺς ἀρίστους καὶ βασιλικωτάτους ἐποίησεν ἐσπουδακότας οὐχ ἧττον περὶ τὴν τοιαύτην δύναμιν, τόν τε Διομήδηνκαὶ Ὀδυσσέα καὶ Νέστορα, τοῦτον μὲν ὑπερβάλλοντα τῇ τε
συνέσει
καὶ τῇ πειθοῖ.
(디오, 크리소토모스, 연설,
περὶ ΒΑΣΙΛΕΙΑΣ β.
25:1)
ἔνιοι δὲ λέγουσιν αὐτὸν ὑπὸ τῆς ἰδίας θυγατρὸς Ἀθύρτιος παρακληθῆναι πρὸς τὴν τῶν ὅλων δυναστείαν, ἣν οἱ μὲν
συνέσει
πολὺ τῶν ἄλλων διαφέρουσάν φασι διδάξαι τὸν πατέρα ῥᾳδίως ἐσομένην τὴν στρατείαν, οἱ δὲ μαντικῇ χρωμένην καὶ τὸ μέλλον ἔσεσθαι προγινώσκουσαν ἔκ τε τῆς θυτικῆς καὶ τῆς ἐγκοιμήσεως τῆς ἐν τοῖς ἱεροῖς, ἔτι δὲ τῶν κατὰ τὸν οὐρανὸν γινομένων σημείων.
(디오도로스 시켈로스, Bibliotheca Historica, book 1, chapter 53 8:1)
οὐ γὰρ ἐπῳάζουσι διὰ τῶν ὀρνίθων, ἀλλ αὐτοὶ παραδόξως χειρουργοῦντες τῇ
συνέσει
καὶ φιλοτεχνίᾳ τῆς φυσικῆς ἐνεργείας οὐκ ἀπολείπονται.
(디오도로스 시켈로스, Bibliotheca Historica, book 1, chapter 74 5:1)
καὶ ἑτέρας δ αἰτίας φέροντές τινές φασιν ἐπὶ τῶν παλαιῶν βασιλέων πολλάκις ἀφισταμένου τοῦ πλήθους καὶ συμφρονοῦντος κατὰ τῶν ἡγουμένων, τῶν βασιλέων τινὰ
συνέσει
διαφέροντα διελέσθαι μὲν τὴν χώραν εἰς πλείω μέρη, καθ ἕκαστον δ αὐτῶν καταδεῖξαι τοῖς ἐγχωρίοις σέβεσθαί τι ζῷον ἢ τροφῆς τινος μὴ γεύεσθαι, ὅπως ἑκάστων τὸ μὲν παρ αὐτοῖς τιμώμενον σεβομένων, τῶν δὲ παρὰ τοῖς ἄλλοις ἀφιερωμένων καταφρονούντων, μηδέποτε ὁμονοῆσαι δύνωνται πάντες οἱ κατ Αἴγυπτον.
(디오도로스 시켈로스, Bibliotheca Historica, book 1, chapter 89 5:1)
δεύτερον δὲ νομοθέτην Αἰγύπτιοί φασι γενέσθαι Σάσυχιν, ἄνδρα
συνέσει
διαφέροντα.
(디오도로스 시켈로스, Bibliotheca Historica, book 1, chapter 94 3:1)
τούτων δ ἡμῖν διευκρινημένων ῥητέον ὅσοι τῶν παρ Ἕλλησι δεδοξασμένων ἐπὶ
συνέσει
καὶ παιδείᾳ παρέβαλον εἰς Αἴγυπτον ἐν τοῖς ἀρχαίοις χρόνοις, ἵνα τῶν ἐνταῦθα νομίμων καὶ τῆς παιδείας μετάσχωσιν.
?
(디오도로스 시켈로스, Bibliotheca Historica, book 1, chapter 96 1:1)
1
/
0
페이지
SEARCH
MENU NAVIGATION
살아있는 헬라어
헬라어 입력기 & 발음변환기
베타코드 변환기
알파벳과 발음
알파벳
모음의 발음
자음의 발음
모음의 생략
악센트
접어와 악센트
문법
명사와 성, 수, 격
격의 쓰임
관사
곡용
형용사
헬라어 사전
그-한 사전
한-그 사전
단어 색인
헬라어 텍스트
텍스트
텍스트 검색
문장 내 검색
살아있는 라틴어
헬라어 보기 모드
X
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
To Top