- 문장 내 검색

헬라어 문장 내 검색 Language

πόλεμον ποιῆσαι τοῖς Ἀμφικτύοσι καὶ περὶ τὴν Πυλαίαν ταραχήν, τὸ μὲν γὰρ χωρὶς τῆς διαστάσεως τοιοῦτον οἱο῀ν ἡγεῖτο γὰρ ὁ Φίλιππος, εἰ μὲν τῆς ἰδίας ἕνεκα ἔχθρας ἢ τοὺς Θετταλοὺς ἢ τοὺς Θηβαίους συμπείθοι βαδίζειν ἐφ ὑμᾶς, οὐδένα προσέξειν αὐτῷ τὸν νοῦν, ἐὰν δὲ τὰς ἐκείνων κοινὰς αἰτίας λαβὼν ἡγεμὼν αἱρεθῇ, ῥᾷον ἤλπιζε τὰ μὲν παρακρούσασθαι, τὰ δὲ οἷστισι δήποτε.?
(아리스티데스, 아일리오스, Ars Rhetorica, περὶ πολιτικοῦ λόγου, περὶ σεμνότητος. 13:2)
τοῦτον τὸν τρόπον προδιοικησάμενος τὰ περὶ τοὺς αἰχμαλώτους νῦν προάγει καὶ αὐτὴν τὴν πρότασιν ἐπὶ προδιῳκημένῃ τῇ λύσει, ὅταν δ οὗτος αὐτίκα δὴ λέγῃ πρὸς ὑμᾶς, τί δήποτε ὡς φῄς, ὦ Δημόσθενες, ἀπὸ τοῦ συνειπεῖν ἐμὲ Φιλοκράτει γνοὺς οὐδὲν ὑγιὲς πράττοντας ἡμᾶς, τὴν μετὰ ταῦτα πρεσβείαν τὴν ἐπὶ τοὺς ὁρ´κους συνεπρέσβευσας πάλιν καὶ οὐκ ἐξωμόσω·
(아리스티데스, 아일리오스, Ars Rhetorica, περὶ πολιτικοῦ λόγου, περὶ δεινότητος. 3:9)
εἴπερ οἱ τῶν ὅλων κύριοι θεοί τε καὶ δαίμονες οὐ μόνον οἷς τὸ πᾶν ἐξ ἀρχῆς ὑπεστήσαντο, μεγάλην καὶ θαυμαστήν τινα ταύτην εἰσήνεγκάν τε καὶ προὔφηναν λειτουργίαν τῷ βίῳ, ἀλλὰ καὶ νῦν οὐχ ἥκιστα τοῦτο δρῶσιν οἷς ἡμῶν τοσοῦτον αὐτοῖς ἑκάστοτε μέλει καὶ οὕτω κηδομένως ἔχουσιν ὡς μηδὲν τῶν εἰς ἡμετέραν σύστασιν καὶ σωτηρίαν ἡκόντων μηδὲ καθ ὅντινα δήποτε τρόπον ἐλλείπειν, ἀλλ ἀπὸ πολλοῦ τοῦ μείζονος ἢ ὥστε καὶ προσδοκᾶν ἐξεῖναι τὰ παρ ἑαυτῶν χορηγεῖν, δι ἀλλήλων ἄμφω δεικνύντες, διὰ μὲν τῆς ἀκαμάτου καὶ συνεχοῦς ταύτης προνοίας τὸ δημιουργοὶ γεγενῆσθαι, διὰ δ αὖ τοῦ γενέσθαι δημιουργοὶ τὸ καὶ πρὸς ἀνάγκην ἔχειν ἡμῶν ὅσαι ὡρ῀αι φροντίζειν, ἵνα μὴ δίχα τῆς τούτων προνοίας εἰς τὸ μηδὲν ἥκωμεν, καθάπερ τι σκάφος κυβερνητῶν ἀποροῦν.
(아리스티데스, 아일리오스, 연설, Πρὸς Δημοσθένη περὶ ἀτελείας 12:1)
εἰ γὰρ οἱ μὲν νόμοι κελεύουσι, φῂς, διαρρήδην βεβαίας εἰς τέλος εἶναι τοῖς εἰληφόσι τὰς δωρεὰς καὶ μηδὲ καθ ὅντινα δήποτε τρόπον ταυτασὶ κεκινῆσθαι, ὁ δὲ ἃς δεδώρηταί τισιν ἀτελείας ἡ πόλις ἐν παντὶ τῷ παρασχόντι, ταύτας δι ὧν νομοθετεῖ νῦν ἀκύρους καθάπαξ ποιεῖ καὶ νῦν καὶ εἰσαῦθις, πῶς οὕτω παραβαίνων τοὺς νόμους καὶ κατὰ τοῦτο δίκαιος ὢν τὴν τῶν παρανομούντων καὶ αὐτὸς ὑποσχεῖν δίκην, ἔπειθ οἱο῀ς ἔσται περὶ ὧν συμβουλεύει παρ ἡμῶν πεπιστεῦσθαι·
(아리스티데스, 아일리오스, 연설, Πρὸς Δημοσθένη περὶ ἀτελείας 26:3)
ὥσπερ γὰρ ὁ τοῖς πράγμασι κεχρημένος ἀβούλως τὴν μὲν ἐντεῦθεν ἀηδίαν μόνος εἰκότως φέρεται, ἂν δέ τι χρηστὸν ἀποβῇ, ἑτέρωθεν δεῖ τὴν αἰτίαν ζητεῖν, οὕτως ὁ μετὰ βουλῆς ὅτι πλείστης ἐπὶ τὰ ἔργα χωρῶν κατορθοῖ μὲν, ὡς τὸ εἰκὸς, ἀεὶ δήποτε καὶ ὧν ἐθέλει τυγχάνει, ἂν δέ τί που καὶ σφαλῇ τύχῃ τινὶ, καὶ οὕτως ἐπαίνων ἄξιος ἂν εἰή, τοῦ δικαίου νικῶντος:
(아리스티데스, 아일리오스, 연설, Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας 17:5)
εἰ δὲ τὸ μὴ βούλεσθαι μὲν εὖ ποιεῖν μέμψεως οὐκ ἀπήλλακται, οὐδέ γε πολὺ μᾶλλον τὸ μὴ τοὺς εὖ πεποιηκότας ἀντευποιεῖν, τῷ καὶ τὰ δεδομένα σφίσιν ἐπιχειρεῖν ἀφελέσθαι, Ἡράκλεις, πᾶς τις ἂν καθ ὑπερβολὴν νεμεσήσαι, ὡς μήτε πώποτε παρ οἱστισινοῦν τῶν ἁπάντων γεγενημένῳ νῦν τε οὐκ ἂν παρ ἡμῖν ἀρχὴν εἰληφότος, νόμων ὄντων καὶ δίκης, καὶ τοῦ κοινῇ διὰ πάντων λυσιτελοῦντος θεῶν βουλομένων ἀεὶ δήποτε νικῶντος τῇ πόλει, καὶ προσέθ ἡμῶν τοσοῦτον ἀπεχόντων τοῦ ταῦτα ποιεῖν αἱρεῖσθαι ὡς καὶ τοὺς παρ ἡμῶν δωρεὰς εἰληφότας, ἐάν ποθ ἡμῖν ἐθελήσωσι ταύτας πάλιν προέσθαι, ἐχθροὺς ἂν τῷ ὄντι νομίσαι, ὡς ἀναξίως ἐν τούτοις καὶ τοῦ τῆς πόλεως ἤθους καὶ τῶν προγόνων βεβουλευμένους:
(아리스티데스, 아일리오스, 연설, Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας 92:3)
"τὸ δὲ δεῖπνον ἦν ἄρτος μέγας καὶ κρέας, τὸ δὲ ποτὸν κεκραμένος οἶνος οἱο῀ς δήποτε ὕδατι ψυχρῷ.
(아테나이오스, The Deipnosophists, Book 4, book 4, chapter 38 2:3)
᾿ οἶδα ὅτι ὁ τὴν Τιτανομαχίαν ποιήσας, εἴτ Εὔμηλός ἐστιν ὁ Κορίνθιος ἢ Ἀρκτῖνος ἢ ὅστις δήποτε χαίρει ὀνομαζόμενος, ἐν τῷ δευτέρῳ οὕτως εἴρηκεν ἐν δ αὐτῇ πλωτοὶ χρυσώπιδες ἰχθύες ἑλλοὶ νήχοντες παίζουσι δι ὕδατος ἀμβροσίοιο.
(아테나이오스, The Deipnosophists, Book 7, book 7, chapter 5 3:1)
εἰ γὰρ ὃ βέλτιστον εἰπεῖν ἂν ἔχοις, τοῦτό σοι δοίημεν ἀληθὲς λέγειν, ὡς ὑπὲρ φιλοτιμίας καὶ δόξης ταῦτα πάντα ποιεῖς, θαυμάζω τί δήποτε σαυτῷ μὲν ὑπὲρ τούτων ἅπαντα ποιητέον εἶναι νομίζεις καὶ πονητέον καὶ κινδυνευτέον, τῇ πόλει δὲ προέσθαι ταῦτα μετὰ ῥᾳθυμίας συμβουλεύεις.
(데모스테네스, Speeches, Κατὰ Φιλίππου Δ 80:2)
τί δήποτε·
(데모스테네스, Speeches, Κατὰ Φιλίππου Β 9:7)
τί γὰρ δήποτε τῷ μὲν Φιλίππῳ πάντα τἄλλα ποιεῖν ἐξουσίαν δώσομεν, ἂν τῆς Ἀττικῆς ἀπέχηται, τῷ Διοπείθει δ οὐδὲ βοηθεῖν τοῖς Θρᾳξὶν ἐξέσται, ἢ πόλεμον ποιεῖν αὐτὸν φήσομεν·
(데모스테네스, Speeches, Περὶ τῶν ἐν Χερρονήσῳ 10:2)
τί δήποτε τούτων·
(데모스테네스, Speeches 11-20, Περὶ τῆς Παραπρεσβείας 8:1)
ἔτι τοίνυν τοιοῦτό τι μέλλειν αὐτὸν ἀκούω λέγειν, ὅτι θαυμάζει τί δήποτε Δημοσθένης αὐτοῦ κατηγορεῖ, Φωκέων δ οὐδείς.
(데모스테네스, Speeches 11-20, Περὶ τῆς Παραπρεσβείας 109:1)
τί δήποτε·
(데모스테네스, Speeches 11-20, Περὶ τῆς Παραπρεσβείας 214:2)
τί γὰρ δήποτε Μοιροκλέα μὲν ἔκρινες, εἰ παρὰ τῶν τὰ μέταλλ ἐωνημένων εἴκοσιν ἐξέλεξεν δραχμὰς παρ ἑκάστου, καὶ Κηφισοφῶντα γραφὴν ἱερῶν χρημάτων ἐδίωκες, εἰ τρισὶν ὕστερον ἡμέραις ἐπὶ τὴν τράπεζαν ἔθηκεν ἑπτὰ μνᾶς:
(데모스테네스, Speeches 11-20, Περὶ τῆς Παραπρεσβείας? 380:1)

SEARCH

MENU NAVIGATION