- 문장 내 검색

헬라어 문장 내 검색 Language

οὐ μὴν ἀλλ εἰ καὶ δοίημεν εἶναί τι παρ ἀτελείᾳ συμφέρον, ὡς ἔγωγ οὐκ οἶμαι, ἀλλὰ πρῶτον μὲν οὐχ ὅσον ἐκ λειτουργίας, οὐδ ὥστε καὶ παραβεβλῆσθαι, οὐδ ἐγγύς.?
(아리스티데스, 아일리오스, 연설, Πρὸς Δημοσθένη περὶ ἀτελείας 11:2)
ἀτέλεια δέ τισιν ὕστερον κατὰ τὸ τῆς γνώμης ἐπινενόηται δόξαν, ὥσπερ τι φιλοτιμίας φάρμακον.
(아리스티데스, 아일리오스, 연설, Πρὸς Δημοσθένη περὶ ἀτελείας 11:8)
ἀτέλεια δὲ μὴ μόνον χθὲς καὶ πρώην εὑρέθη, ἀλλὰ καὶ τοιοῦτόν ἐστ οὐδὲν τὸ παράπαν τά γε πρὸς πόλιν πλὴν αὐτὸ τοῦτο μόνον, ὡς ἔφην, εἰς ὄνησιν μὲν τοῖς χρωμένοις, τῇ πόλει δὲ πᾶν τοὐναντίον, ὥστ εἶναι πᾶσιν ἐντεῦθεν εἰκότως περὶ αὐτῶν ἀποφαίνεσθαι, τὴν μὲν οὕτως ἔχουσαν, εἰ δὴ τοῖς νόμοις ἐνῆν, διαγεγράφθαι χρῆναι καθάπαξ τῶν νόμων:
(아리스티데스, 아일리오스, 연설, Πρὸς Δημοσθένη περὶ ἀτελείας 15:9)
ὅλως δὲ εἴ τις ἔροιθ ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, πότερον τοῖς μὲν ἔχουσι μείζονος καὶ περιφανεστέρας καθέστηκε δόξης, τῇ δὲ πόλει μηδ ὁτουοῦν δυσχεροῦς, πότερον ἀτέλεια καὶ τὸ μὴ λειτουργεῖν ἔτ ἔχειν, ἢ τὸ τυγχάνειν εἰκόνων καὶ μεθ Ἁρμοδίου καὶ Ἀριστογείτονος τὸν ἀεὶ πρεσβεύεσθαι χρόνον, εὖ οἶδ ὅτι τοῦτ ἂν φήσαιτ:
(아리스티데스, 아일리오스, 연설, Πρὸς Δημοσθένη περὶ ἀτελείας 19:5)
ἀλλ ὅταν, φησὶ, ταῦτα δῶμεν, οἱ τούτων παῖδες, ὅτι μὴ κἀνταῦθα κοινωνεῖν ἔθ ἕξουσι τοῖς πατράσιν, ὥσπερ ἐν ἀτελείᾳ, ἅτε τὰ μέγιστ ἠδικημένοι, βοήσονται.
(아리스티데스, 아일리오스, 연설, Πρὸς Δημοσθένη περὶ ἀτελείας 21:1)
ὅλως δὲ εἰ μὲν ἀτέλεια κάλλιστον καὶ λυσιτελέστατον καὶ πολιτικῇ μάλιστα πρέπον, οὐχ ἡμᾶς ἔδει μόνους, ὦ ἄνδρες Ἀθηναῖοι, ἀλλὰ καὶ πάντας τοὺς ἄλλους ταυτησὶ λόγον ποιεῖσθαι, ὡς ἄν τινος κοινοφελοῦς καὶ διὰ πάντων χωροῦντος.
(아리스티데스, 아일리오스, 연설, Πρὸς Δημοσθένη περὶ ἀτελείας 24:3)
ἀτέλεια δὲ εἰ μὲν τῇ πόλει ξυμφέρει, δωρεὰ προσειρήσθω καὶ τῶν ἐχόντων ἀναφαίρετος ἔστω:
(아리스티데스, 아일리오스, 연설, Πρὸς Δημοσθένη περὶ ἀτελείας 27:7)
εἰ γὰρ ἀτέλεια μὲν τοῖς ὑπὲρ ἡμῶν ἐσπουδακόσι δίδοται γέρας, οὗτοι δὲ μετὰ τοὺς θεοὺς δι ὧν δρῶσι συνιστᾶσι τὴν πόλιν, ταύτης δὲ συνισταμένης καὶ λειτουργεῖν καὶ πάντ ἔξεστι πράττειν, ὁ τὴν ἀτέλειαν ἀναιρῶν συναναιρεῖ δή που καὶ ἅπαντα ταῦτα, εἴπερ λειτουργεῖν μὲν οὐκ ἔνι μὴ τῶν πραγμάτων εὖ καθεστώτων τῇ πόλει.
(아리스티데스, 아일리오스, 연설, Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας 20:2)
ἐχρῆν τοίνυν ἡμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, ἐχρῆν, ἐπεὶ καὶ φύσει καὶ χρόνῳ συγκεκληρωμένον ὥσπερ ἄνωθεν ἔχομεν πάντες εὖ ποιεῖν μᾶλλον ἢ εὖ πάσχειν αἱρεῖσθαι, καὶ πρὸς τοὺς νῦν ἀτελείᾳ χρωμένους κατὰ ταὐτὰ διακεῖσθαι καὶ πρὶν ὑπ αὐτῶν ἡμᾶς εὖ πεπονθέναι, ταύτης αὐτοὺς ἀξιῶσαι.
(아리스티데스, 아일리오스, 연설, Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας 65:5)
εἰσὶ γὰρ δήπου παρ ἡμῖν αἵ τε τῶν μετοίκων λῃτουργίαι καὶ αἱ πολιτικαί, ὧν ἑκατέρων ἐστὶ τοῖς εὑρημένοις ἡ ἀτέλεια ἣν οὗτος ἀφαιρεῖται.
(데모스테네스, Speeches 11-20, Περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην 26:4)
οὐδὲ γὰρ τούτοις ἀτέλεια τῶν γ ἱερῶν ἐστιν δεδομένη.
(데모스테네스, Speeches 11-20, Περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην 168:3)
ἡ μὲν γὰρ ἀτέλεια τοὺς λαβόντας εὐπορωτέρους ποιεῖ, καὶ οὗτοι μάλιστα ἐπιθυμοῦσιν αὐτῆς οἵτινες ἂν ὦσι περὶ χρήματα ἐσπουδακότες:
(디오, 크리소토모스, 연설, ΡΟΔΙΑΚΟΣ. 180:1)
ἅμα δὲ τούτοις πραττομένοις Ῥωμαῖοι μὲν ἐπὶ ἀτελείᾳ πεντακοσίους ἀποίκους εἰς Σαρδονίαν ἀπέστειλαν.
(디오도로스 시켈로스, Library, book xv, chapter 27 5:1)
αὖθις δὲ καταστησάμενος τὰ κατὰ τὴν Αἴγυπτον ὡς ἐπανῆκεν εἰς Συρίαν, πολιτείᾳ τε αὐτὸν τῇ Ῥωμαίων ἐδωρήσατο καὶ ἀτελείᾳ τῆς τε ἄλλης τιμῆς καὶ φιλοφρονήσεως ἕνεκεν ζηλωτὸν ἐποίησεν καὶ τὴν ἀρχιερωσύνην δὲ δι αὐτὸν ἐπεκύρωσεν Ὑρκανῷ.
(플라비우스 요세푸스, De bello Judaico libri vii, Φλαυίου Ιὠσήπου ἱστορία Ιοὐδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους βιβλίον α.? 275:1)

SEARCH

MENU NAVIGATION