- 문장 내 검색

헬라어 문장 내 검색 Language

διαρρήδην γοῦν λέγει ὁ νόμος, ἐάν τινα ἐκμισθώσῃ ἑταιρεῖν πατὴρ ἢ ἀδελφὸς ἢ θεῖος ἢ ἐπίτροπος ἢ ὅλως τῶν κυρίων τις, κατ αὐτοῦ μὲν τοῦ παιδὸς οὐκ ἐᾷ γραφὴν εἶναι, κατὰ δὲ τοῦ μισθώσαντος καὶ τοῦ μισθωσαμένου, τοῦ μὲν ὅτι ἐξεμίσθωσε, τοῦ δὲ ὅτι, φησίν, ἐμισθώσατο.?
(아이스키네스, 연설, κατὰ Τιμάρχου, section 133)
ὅσοι μὲν οὖν τῶν ἐμπόρων ἢ τῶν ἄλλων ξένων ἢ τῶν πολιτῶν τῶν ἡμετέρων κατ ἐκείνους τοὺς χρόνους ἐχρήσαντο τῷ σώματι τῷ Τιμάρχου, ἑκὼν καὶ τούτους ὑπερβήσομαι, ἵνα μή τις εἴπῃ ὡς ἄρα λίαν ἀκριβολογοῦμαι ἅπαντα:
(아이스키네스, 연설, κατὰ Τιμάρχου, section 402)
πολλὰ μὲν οὖν καὶ ἄλλα καταγέλαστα πέπρακται Τιμάρχῳ κατ ἐκείνους τοὺς χρόνους, ἓν δὲ ὃ καὶ διηγήσασθαι ὑμῖν βούλομαι.
(아이스키네스, 연설, κατὰ Τιμάρχου, section 431)
καὶ ταῦθ ὅτι ἀληθῆ λέγω, πάντες, ὅσοι κατ ἐκείνους τοὺς χρόνους ἐγίγνωσκον Μισγόλαν καὶ Τίμαρχον, ἴσασιν.
(아이스키네스, 연설, κατὰ Τιμάρχου, section 441)
γέγραφα δ αὐτῷ μαρτυρίαν κοσμιωτέραν μὲν ἢ κατ ἐκεῖνον, μικρῷ δὲ σαφεστέραν ἢ τῷ Μισγόλᾳ.
(아이스키네스, 연설, κατὰ Τιμάρχου, section 67 1:2)
ἤδη νὴ τὸν Δία καὶ τὸν Ἀπόλλω πολλάκις ἐνεθυμήθην τὴν εὐτυχίαν τὴν τῆς ὑμετέρας πόλεως, κατὰ πολλὰ μὲν καὶ ἄλλα, οὐχ ἥκιστα δὲ καὶ κατὰ τοῦτο, ὅτι κατ ἐκείνους τοὺς χρόνους οὐδεὶς ἐγένετο τῆς Ἀνδρίων πόλεως ὠνητής.
(아이스키네스, 연설, κατὰ Τιμάρχου, section 1083)
ἐπειδὴ δ εἰς τὰς ἐπωνυμίας τῶν οἰκήσεων καταφεύγεις, κατ οἴκημα τὸ πρᾶγμα ἐξετάζεσθαι ἀξιῶν ὅπου ἐκαθέζου, ἃ μέλλω λέγειν ἀκούσας εἰσαῦθις οὐ χρήσῃ τοιούτῳ λόγῳ, ἐὰν σωφρονῇς.
(아이스키네스, 연설, κατὰ Τιμάρχου, section 1231)
ὃς εὐπρεπὴς ὢν ἰδεῖν τοσοῦτον ἀπέχει τῶν αἰσχρῶν, ὥστε πρώην ἐν τοῖς κατ ἀγροὺς Διονυσίοις κωμῳδῶν ὄντων ἐν Κολλυτῷ, καὶ Παρμένοντος τοῦ κωμικοῦ ὑποκριτοῦ εἰπόντος τι πρὸς τὸν χορὸν ἀνάπαιστον, ἐν ᾧ ἦν εἶναί τινας πόρνους μεγάλους Τιμαρχώδεις, οὐδεὶς ὑπελάμβανεν εἰς τὸ μειράκιον, ἀλλ εἰς σὲ πάντες:
(아이스키네스, 연설, κατὰ Τιμάρχου, section 1572)
ἔτι δὲ εἰπεῖν ἔχων πολλοὺς παύσομαι, ἵνα μὴ δοκῶ τὸν ἔπαινον θεραπείᾳ τινὶ κατ αὐτῶν ποιεῖσθαι.
(아이스키네스, 연설, κατὰ Τιμάρχου, section 1575)
οὐ γὰρ ἐπεξελθεῖν αὐτῶν ἕκαστον κατ ὄνομα πικρῶς βούλομαι, ἀλλὰ μᾶλλον τῶν τοιούτων ἀπορεῖν ἂν εὐξαίμην ἐν τῷ λόγῳ διὰ τὴν πρὸς τὴν πόλιν εὔνοιαν.
(아이스키네스, 연설, κατὰ Τιμάρχου, section 1591)
ἐπειδὰν δ ἀπὸ τῆς ἀπολογίας ἀποσπασθῆτε καὶ τὰς ψυχὰς ἐφ ἑτέρων γένησθε, εἰς λήθην ἐμπεσόντες τῆς κατηγορίας, ἐξέρχεσθ ἐκ τῶν δικαστηρίων, οὐδὲ παρ ἑτέρου δίκην εἰληφότες, οὔτε παρὰ τοῦ κατηγόρου, ψῆφος γὰρ κατ αὐτοῦ οὐ δίδοται, οὔτε παρὰ τοῦ ἀπολογουμένου, ταῖς γὰρ ἀλλοτρίαις αἰτίαις ἀποτριψάμενος τὰ ὑπάρχοντα αὑτῷ ἐγκλήματα ἐκπέφευγεν ἐκ τοῦ δικαστηρίου:
(아이스키네스, 연설, κατὰ Τιμάρχου, section 1791)
δημηγοροῦντος γάρ τινος ἐν τῇ τῶν Λακεδαιμονίων ἐκκλησίᾳ, ἀνδρὸς βεβιωκότος μὲν αἰσχρῶς, λέγειν δ εἰς ὑπερβολὴν δυνατοῦ, καὶ τῶν Λακεδαιμονίων, ὥς φασι, κατὰ τὴν ἐκείνου γνώμην ψηφίζεσθαι μελλόντων, παρελθών τις τῶν γερόντων, οὓς ἐκεῖνοι καὶ αἰσχύνονται καὶ δεδίασι, καὶ τὴν τῆς ἡλικίας αὐτῶν ἐπωνυμίαν ἀρχὴν μεγίστην εἶναι νομίζουσι, καθιστᾶσι δ αὐτοὺς ἐκ τῶν ἐκ παιδὸς εἰς γῆρας σωφρόνων, τούτων εἷς, ὡς λέγεται, παρελθὼν ἰσχυρῶς ἐπέπληξε τοῖς Λακεδαιμονίοις, καί τι τοιοῦτον κατ αὐτῶν ἐβλασφήμησεν, ὡς οὐ πολὺν χρόνον τὴν Σπάρτην ἀπόρθητον οἰκήσουσι, τοιούτοις ἐν ταῖς ἐκκλησίαις συμβούλοις χρώμενοι.
(아이스키네스, 연설, κατὰ Τιμάρχου, section 1803)
ἐντεῦθεν γὰρ κατόψεσθε τἀνθρώπου φθόνον ὑπερβάλλοντα καὶ δεινὴν δειλίαν ἅμα καὶ κακοήθειαν, καὶ τοιαύτας ἐπιβουλὰς κατ ἀνδρῶν συσσίτων καὶ συμπρέσβεων, ἃς οὐδ ἂν κατὰ τῶν ἐχθίστων τις εἰκῇ ποιήσαιτο.
(아이스키네스, 연설, περὶ τῆς Παραπρεσβείας, section 224)
καὶ πάλιν οὐκ ὤκνουν κατ αὐτοῦ λέγειν Φιλίππου, ἐπιτιμῶν ὅτι τὴν ἐκδοχὴν ἐποιήσατο τοῦ πρὸς τὴν πόλιν πολέμου.
(아이스키네스, 연설, περὶ τῆς Παραπρεσβείας, section 303)
ἐπειδὴ δὲ κατέστρεψεν εἰς φιλανθρωπίαν τοὺς λόγους, καὶ τὸ συκοφάντημα ὃ προειρήκει κατ ἐμοῦ πρὸς τοὺς συμπρέσβεις οὗτος, ὡς ἐσομένου πολέμου καὶ διαφορᾶς αἰτίου, διέπιπτεν αὐτῷ, ἐνταῦθα ἤδη καὶ παντελῶς ἐξιστάμενος αὑτοῦ καταφανὴς ἦν, ὥστε καὶ κληθέντων ἡμῶν ἐπὶ ξένια δεινῶς ἀσχημονεῖν.
(아이스키네스, 연설, περὶ τῆς Παραπρεσβείας?, section 391)

SEARCH

MENU NAVIGATION