호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
νῦν μέντοι ἐγώ, ὦ Κῦρε, εἰ μὴ ταῦτα ἀλλὰ τοιαῦτα ὑπὸ σοῦ δοκῶ πεπονθέναι. σὺ γὰρ ἀληθῆ λέγεισ· εἰπόντοσ ἐμοῦ τοὺσ θέλοντασ ἄγειν λαβὼν ᾤχου πᾶσάν μου τὴν δύναμιν, ἐμὲ δὲ ἔρημον κατέλιπεσ· καὶ νῦν ἃ ἔλαβεσ τῇ ἐμῇ δυνάμει ἄγεισ δή μοι καὶ τὴν ἐμὴν χώραν αὔξεισ σὺν τῇ ἐμῇ ῥώμῃ· ἐγὼ δὲ δοκῶ οὐδὲν συναίτιοσ ὢν τῶν ἀγαθῶν παρέχειν ἐμαυτὸν ὥσπερ γυνὴ εὖ ποιεῖν, καὶ τοῖσ τε ἄλλοισ ἀνθρώποισ καὶ τοῖσδε τοῖσ ἐμοῖσ ὑπηκόοισ σὺ μὲν ἀνὴρ φαίνῃ, ἐγὼ δ’ οὐκ ἄξιοσ ἀρχῆσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기