- 텍스트

Sophocles, episode 1:

(소포클레스, episode 1:)

ὦ τοῦ στρατηγήσαντος ἐν Τροίᾳ ποτὲ Ἀγαμέμνονος παῖ, νῦν ἐκεῖν ἔξεστί σοι παρόντι λεύσσειν, ὧν πρόθυμος ἦσθ ἀεί.? τὸ γὰρ παλαιὸν Ἄργος οὑπόθεις τόδε, τῆς οἰστροπλῆγος ἄλσος Ἰνάχου κόρης: αὕτη δ, Ὀρέστα, τοῦ λυκοκτόνου θεοῦ ἀγορὰ Λύκειος: οὑξ ἀριστερᾶς δ ὅδε Ἥρας ὁ κλεινὸς ναός: οἷ δ ἱκάνομεν, φάσκειν Μυκήνας τὰς πολυχρύσους ὁρᾶν πολύφθορόν τε δῶμα Πελοπιδῶν τόδε, ὅθεν σε πατρὸς ἐκ φονῶν ἐγώ ποτε πρὸς σῆς ὁμαίμου καὶ κασιγνήτης λαβὼν ἤνεγκα κἀξέσωσα κἀξεθρεψάμην τοσόνδ ἐς ἥβης, πατρὶ τιμωρὸν φόνου. νῦν οὖν, Ὀρέστα καὶ σὺ φίλτατε ξένων Πυλάδη, τί χρὴ δρᾶν ἐν τάχει βουλευτέον: ὡς ἡμὶν ἤδη λαμπρὸν ἡλίου σέλας ἑῷα κινεῖ φθέγματ ὀρνίθων σαφῆ μέλαινά τ ἄστρων ἐκλέλοιπεν εὐφρόνη. πρὶν οὖν τιν ἀνδρῶν ἐξοδοιπορεῖν στέγης, ξυνάπτετον λόγοισιν: ὡς ἐνταῦθ ἐμέν, ἵν οὐκέτ ὀκνεῖν καιρός, ἀλλ ἔργων ἀκμή.?

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION