호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"ἔδοξε τῇ βουλῇ μιᾷ καὶ εἰκοστῇ τῆσ πρυτανείασ· "Δημόνικοσ Ἀλωπεκῆθεν Φιλόστρατοσ, Φιλόστρατοιε Παλληνεὺσ ἐπεστάτει· "Ἄνδρων εἶπε περὶ τῶν ἀνδρῶν, οὓσ ἀποφαίνουσιν οἱ στρατηγοὶ πρεσβευομένουσ εἰσ Λακεδαίμονα ἐπὶ κακῷ τῆσ πόλεωσ τῆσ Ἀθηναίων, καὶ ἐκ τοῦ στρατοπέδου πλεῖν ἐπὶ πολεμίασ νεὼσ καὶ πεζεῦσαι διὰ Δεκελείασ, Ἀρχεπτόλεμον καὶ Ὀνομακλέα καὶ Ἀντιφῶντα συλλαβεῖν καὶ ἀποδοῦναι εἰσ τὸ δικαστήριον, ὅπωσ δῶσι δίκην παρασχόντων δ’ αὐτοὺσ οἱ στρατηγοί, καὶ ἐκ τῆσ βουλῆσ οὕστινασ ἂν δοκῇ τοῖσ στρατηγοῖσ, προσελομένοισ μέχρι δέκα, ὅπωσ ἂν περὶ παρόντων γένηται ἡ κρίσισ. "προσκαλεσάσθωσαν δ’ αὐτοὺσ οἱ θεσμοθέται ἐν τῇ αὔριον ἡμέρᾳ καὶ εἰσαγόντων, ἐπειδὰν αἱ κλήσεισ ἐξήκωσιν εἰσ τὸ δικαστήριον, περὶ προδοσίασ κατηγορεῖν τοὺσ ᾑρημένουσ συνηγόρουσ καὶ τοὺσ στρατηγοὺσ καὶ ἄλλουσ, ἄν τισ βούληται· "ὅτου δ’ ἂν καταψηφίσηται τὸ δικαστήριον, περὶ αὐτοῦ ποιεῖν κατὰ τὸν νόμον, ὃσ κεῖται περὶ τῶν προδόντων.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기