호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλὰ μὴν δεῖ φανῆναί γέ τινα ἐπιστήμην ἣν ἔχων σοφὸσ γίγνοιτ’ ἂν ὁ σοφὸσ ὄντωσ ὢν καὶ μὴ μόνον δοξαζόμενοσ. ἴδωμεν δή. χαλεπῷ μὲν γὰρ λόγῳ παντάπασιν ἐπιχειροῦμεν, ἑτέραν πάρεξ τῶν εἰρημένων εὑρεῖν, ἣ σοφία μὲν λέγοιτ’ ἂν ὄντωσ τε καὶ εἰκότωσ, ὁ δὲ λαβὼν οὔτε βάναυσοσ οὔτ’ ἠλίθιοσ ἔσται, σοφὸσ δὲ καὶ ἀγαθὸσ δι’ αὐτὴν πολίτησ τε καὶ ἄρχων καὶ ἀρχόμενοσ ἐνδίκωσ ἔσται πόλεωσ ἅμα καὶ ἐμμελήσ. κατίδωμεν δὴ ταύτην πρώτην, τίσ ποτ’ ἐκ τῆσ ἀνθρωπίνησ φύσεωσ ἐπιστήμη μία διεξελθοῦσα ἢ μὴ παραγενομένη τῶν νῦν παρουσῶν ἀνοητότατον ἂν καὶ ἀφρονέστατον παράσχοιτο ζῷον τὸ τῶν ἀνθρώπων.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기