호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
δι’ ὃ καὶ σύ, ὦ βέλτιστε, ἐὰν σωφρονῇσ, εὐλαβήσῃ, καὶ ἄλλοσ πᾶσ ἀνὴρ ὅτῳ μέλει τοῦ εὐδόκιμον εἶναι, μηδέποτε ἀπεχθάνεσθαι ἀνδρὶ ποιητικῷ μηδενί. οἱ γὰρ ποιηταὶ μέγα δύνανται εἰσ δόξαν, ἐφ’ ὁπότερα ἂν ποιῶσιν εἰσ τοὺσ ἀνθρώπουσ, ἢ εὐλογοῦντεσ ἢ κακηγοροῦντεσ. ὃ δὴ καὶ ἐξήμαρτεν ὁ Μίνωσ, πολεμήσασ τῇδε τῇ πόλει, ἐν ᾗ ἄλλη τε πολλὴ σοφία ἐστὶ καὶ ποιηταὶ παντοδαποὶ τῆσ τε ἄλλησ ποιήσεωσ καὶ τραγῳδίασ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기