호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
λέγει γὰρ τὰ γεγραμμένα ὅσην ἡ πόλισ ὑμῶν ἔπαυσέν ποτε δύναμιν ὕβρει πορευομένην ἅμα ἐπὶ πᾶσαν Εὐρώπην καὶ Ἀσίαν, ἔξωθεν ὁρμηθεῖσαν ἐκ τοῦ Ἀτλαντικοῦ πελάγουσ. τότε γὰρ πορεύσιμον ἦν τὸ ἐκεῖ πέλαγοσ· νῆσον γὰρ πρὸ τοῦ στόματοσ εἶχεν ὃ καλεῖτε, ὥσ φατε, ὑμεῖσ Ἡρακλέουσ στήλασ, ἡ δὲ νῆσοσ ἅμα Λιβύησ ἦν καὶ Ἀσίασ μείζων, ἐξ ἧσ ἐπιβατὸν ἐπὶ τὰσ ἄλλασ νήσουσ τοῖσ τότε ἐγίγνετο πορευομένοισ, ἐκ δὲ τῶν νήσων ἐπὶ τὴν καταντικρὺ πᾶσαν ἤπειρον τὴν περὶ τὸν ἀληθινὸν ἐκεῖνον πόντον.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기