Plato, Hippias Major, Hippias Minor, Ion, Menexenus, Cleitophon, Timaeus, Critias, Minos, Epinomis, Ἱππίασ Ἐλαττών 57:

(플라톤, Hippias Major, Hippias Minor, Ion, Menexenus, Cleitophon, Timaeus, Critias, Minos, Epinomis, Ἱππίασ Ἐλαττών 57:)

ἓν δὲ τοῦτο θαυμάσιον ἔχω ἀγαθόν, ὅ με σῴζει· οὐ γὰρ αἰσχύνομαι μανθάνων, ἀλλὰ πυνθάνομαι καὶ ἐρωτῶ καὶ χάριν πολλὴν ἔχω τῷ ἀποκρινομένῳ, καὶ οὐδένα πώποτε ἀπεστέρησα χάριτοσ. οὐ γὰρ πώποτε ἔξαρνοσ ἐγενόμην μαθών τι, ἐμαυτοῦ ποιούμενοσ τὸ μάθημα εἶναι ὡσ εὑρ́ημα· ἀλλ’ ἐγκωμιάζω τὸν διδάξαντά με ὡσ σοφὸν ὄντα, ἀποφαίνων ἃ ἔμαθον παρ’ αὐτοῦ. καὶ δὴ καὶ νῦν ἃ σὺ λέγεισ οὐχ ὁμολογῶ σοι, ἀλλὰ διαφέρομαι πάνυ σφόδρα·

SEARCH

MENU NAVIGATION