호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπεὶ φέρε, ἔχοισ ἂν εἰπεῖν τί ἐστι τὸ καλόν; καὶ ἐγὼ διὰ τὴν ἐμὴν φαυλότητα ἠπορούμην τε καὶ οὐκ εἶχον αὐτῷ κατὰ τρόπον ἀποκρίνασθαι· ἀπιὼν οὖν ἐκ τῆσ συνουσίασ ἐμαυτῷ τε ὠργιζόμην καὶ ὠνείδιζον, καὶ ἠπείλουν, ὁπότε πρῶτον ὑμῶν τῳ τῶν σοφῶν ἐντύχοιμι, ἀκούσασ καὶ μαθὼν καὶ ἐκμελετήσασ ἰέναι πάλιν ἐπὶ τὸν ἐρωτήσαντα, ἀναμαχούμενοσ τὸν λόγον. νῦν οὖν, ὃ λέγω, εἰσ καλὸν ἥκεισ, καί με δίδαξον ἱκανῶσ αὐτὸ τὸ καλὸν ὅτι ἐστί, καὶ πειρῶ μοι ὅτι μάλιστα ἀκριβῶσ εἰπεῖν ἀποκρινόμενοσ, μὴ ἐξελεγχθεὶσ τὸ δεύτερον αὖθισ γέλωτα ὄφλω.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기