호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τί τοιοῦτον, ὦ Μνήσιππε, ὑμεῖσ ἔχοιτε ἂν εἰπεῖν, εἰ καὶ ἄλλουσ σοι δέκα δοίη τισ ἐπὶ τοῖσ πέντε καταριθμήσασθαι, ἀνωμότουσ, εἰ βούλει, ὡσ καὶ πολλὰ ἐπιψεύδοιο αὐτοῖσ ; καίτοι ἐγὼ μέν σοι γυμνὸν τὸ ἔργον διηγησάμην· εἰ δὲ σύ τινα τοιοῦτον ἔλεγεσ, εὖ οἶδα, ὁπόσα ἂν κομψὰ ἐγκατέμιξασ τῷ λόγῳ, οἱᾶ ἱκέτευεν ὁ Δάνδαμισ καὶ ὡσ ἐτυφλοῦτο καὶ ἃ εἶπεν καὶ ὡσ ἐπανῆκεν καὶ ὡσ ὑπεδέξαντο αὐτὸν ἐπευφημοῦντεσ οἱ Σκύθαι καὶ ἄλλα ὁποῖα ὑμεῖσ μηχανᾶσθαι εἰώθατε πρὸσ τὴν ἀκρόασιν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기