- 텍스트

Lucian, Cataplus, (no name) 20:

(루키아노스, Cataplus, (no name) 20:)

οἴμοι τῶν κτημάτων.? - οἴμοι τῶν ἀγρῶν. - ὀττοτοῖ, τὴν οἰκίαν οἱάν ἀπέλιπον. - ὅσα τάλαντα ὁ κληρονόμος σπαθήσει παραλαβών. - αἰαῖ τῶν νεογνῶν μοι παιδίων. - τίς ἄρα τὰς ἀμπέλους τρυγήσει, ἃς πέρυσιν ἐφυτευσάμην· Μίκυλλε, σὺ δ οὐδὲν οἰμώζεις· καὶ μὴν οὐ θέμις ἀδακρυτὶ διαπλεῦσαί τινα. ἄπαγε: οὐδέν ἐστιν ἐφ ὅτῳ ἂν οἰμώξαιμι εὐπλοῶν. ὅμως κἂν μικρόν τι ἐς τὸ ἔθος ἐπιστέναξον. οἰμώξομαι τοίνυν, ἐπειδή, ὦ Ἑρμῆ, σοὶ δοκεῖ. οἴμοι τῶν καττυμάτων οἴμοι τῶν κρηπίδων τῶν παλαιῶν ὀττοτοῖ τῶν σαθρῶν ὑποδημάτων. οὐκέτι ὁ κακοδαίμων ἑώθεν εἰς ἑσπέραν ἄσιτος διαμενῶ, οὐδὲ τοῦ χειμῶνος ἀνυπόδητός τε καὶ ἡμίγυμνος περινοστήσω τοὺς ὀδόντας ὑπὸ τοῦ κρύους συγκροτῶν. τίς ἄρα μου τὴν σμίλην ἕξει καὶ τὸ κεντητήριον· ἱκανῶς τεθρήνηται: σχεδὸν δὲ ἤδη καταπεπλεύκαμεν.?

상위

Lucian (루키아노스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION