호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὣσ φάτο, γήθησεν δ’ ὃ γέρων, καὶ ἀμείβετο μύθῳ· ὦ τέκοσ, ἦ ῥ’ ἀγαθὸν καὶ ἐναίσιμα δῶρα διδοῦναι ἀθανάτοισ, ἐπεὶ οὔ ποτ’ ἐμὸσ πάϊσ, εἴ ποτ’ ἐήν γε, λήθετ’ ἐνὶ μεγάροισι θεῶν οἳ Ὄλυμπον ἔχουσι· τώ οἱ ἀπεμνήσαντο καὶ ἐν θανάτοιό περ αἴσῃ. ἀλλ’ ἄγε δὴ τόδε δέξαι ἐμεῦ πάρα καλὸν ἄλεισον, αὐτόν τε ῥῦσαι, πέμψον δέ με σύν γε θεοῖσιν, ὄφρά κεν ἐσ κλισίην Πηληϊάδεω ἀφίκωμαι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기