호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
αὐτὰρ Πηλεί̈δησ κατὰ μὲν δολιχόσκιον ἔγχοσ, κὰδ δὲ λέβητ’ ἄπυρον βοὸσ ἄξιον ἀνθεμόεντα θῆκ’ ἐσ ἀγῶνα φέρων· καί ῥ’ ἥμονεσ ἄνδρεσ ἀνέσταν· ἂν μὲν ἄρ’ Ἀτρεί̈δησ εὐρὺ κρείων Ἀγαμέμνων, ἂν δ’ ἄρα Μηριόνησ, θεράπων ἐὺ̈σ Ἰδομενῆοσ. τοῖσι δὲ καὶ μετέειπε ποδάρκησ δῖοσ Ἀχιλλεύσ· Ἀτρεί̈δη· ἴδμεν γὰρ ὅσον προβέβηκασ ἁπάντων ἠδ’ ὅσσον δυνάμει τε καὶ ἥμασιν ἔπλευ ἄριστοσ· ἀλλὰ σὺ μὲν τόδ’ ἀέθλον ἔχων κοίλασ ἐπὶ νῆασ ἔρχευ, ἀτὰρ δόρυ Μηριόνῃ ἡρ́ωϊ πόρωμεν, εἰ σύ γε σῷ θυμῷ ἐθέλοισ· κέλομαι γὰρ ἔγωγε.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기