호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἦ ῥ’ ὃ γέρων, πολιὰσ δ’ ἄρ’ ἀνὰ τρίχασ ἕλκετο χερσὶ τίλλων ἐκ κεφαλῆσ· οὐδ’ Ἕκτορι θυμὸν ἔπειθε. μήτηρ δ’ αὖθ’ ἑτέρωθεν ὀδύρετο δάκρυ χέουσα κόλπον ἀνιεμένη, ἑτέρηφι δὲ μαζὸν ἀνέσχε· καί μιν δάκρυ χέουσ’ ἔπεα πτερόεντα προσηύδα· Ἕκτορ τέκνον ἐμὸν τάδε τ’ αἴδεο καί μ’ ἐλέησον αὐτήν, εἴ ποτέ τοι λαθικηδέα μαζὸν ἐπέσχον· τῶν μνῆσαι φίλε τέκνον ἄμυνε δὲ δήϊον ἄνδρα τείχεοσ ἐντὸσ ἐών, μὴ δὲ πρόμοσ ἵστασο τούτῳ σχέτλιοσ· εἴ περ γάρ σε κατακτάνῃ, οὔ σ’ ἔτ’ ἔγωγε κλαύσομαι ἐν λεχέεσσι φίλον θάλοσ, ὃν τέκον αὐτή, οὐδ’ ἄλοχοσ πολύδωροσ· ἄνευθε δέ σε μέγα νῶϊν Ἀργείων παρὰ νηυσὶ κύνεσ ταχέεσ κατέδονται.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기