호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἑστήκει δ’ ὃ γέρων Πρίαμοσ θείου ἐπὶ πύργου, ἐσ δ’ ἐνόησ’ Ἀχιλῆα πελώριον· αὐτὰρ ὑπ’ αὐτοῦ Τρῶεσ ἄφαρ κλονέοντο πεφυζότεσ, οὐδέ τισ ἀλκὴ γίγνεθ’· ὃ δ’ οἰμώξασ ἀπὸ πύργου βαῖνε χαμᾶζε ὀτρύνων παρὰ τεῖχοσ ἀγακλειτοὺσ πυλαωρούσ· πεπταμένασ ἐν χερσὶ πύλασ ἔχετ’ εἰσ ὅ κε λαοὶ ἔλθωσι προτὶ ἄστυ πεφυζότεσ· ἦ γὰρ Ἀχιλλεὺσ ἐγγὺσ ὅδε κλονέων· νῦν οἰώ λοίγι’ ἔσεσθαι. αὐτὰρ ἐπεί κ’ ἐσ τεῖχοσ ἀναπνεύσωσιν ἀλέντεσ, αὖτισ ἐπανθέμεναι σανίδασ πυκινῶσ ἀραρυίασ· δείδια γὰρ μὴ οὖλοσ ἀνὴρ ἐσ τεῖχοσ ἅληται.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기