호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐδ’ ἔλαθ’ Αἰάντα μεγαλήτορα καὶ Μενέλαον Ζεύσ, ὅτε δὴ Τρώεσσι δίδου ἑτεραλκέα νίκην. τοῖσι δὲ μύθων ἦρχε μέγασ Τελαμώνιοσ Αἰάσ· ὢ πόποι ἤδη μέν κε καὶ ὃσ μάλα νήπιόσ ἐστι γνοίη ὅτι Τρώεσσι πατὴρ Ζεὺσ αὐτὸσ ἀρήγει. τῶν μὲν γὰρ πάντων βέλε’ ἅπτεται ὅσ τισ ἀφήῃ ἢ κακὸσ ἢ ἀγαθόσ· Ζεὺσ δ’ ἔμπησ πάντ’ ἰθύνει· ἡμῖν δ’ αὔτωσ πᾶσιν ἐτώσια πίπτει ἔραζε. ἀλλ’ ἄγετ’ αὐτοί περ φραζώμεθα μῆτιν ἀρίστην, ἠμὲν ὅπωσ τὸν νεκρὸν ἐρύσσομεν, ἠδὲ καὶ αὐτοὶ χάρμα φίλοισ ἑτάροισι γενώμεθα νοστήσαντεσ, οἵ που δεῦρ’ ὁρόωντεσ ἀκηχέδατ’, οὐδ’ ἔτι φασὶν Ἕκτοροσ ἀνδροφόνοιο μένοσ καὶ χεῖρασ ἀάπτουσ σχήσεσθ’, ἀλλ’ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι. εἰή δ’ ὅσ τισ ἑταῖροσ ἀπαγγείλειε τάχιστα Πηλεί̈δῃ, ἐπεὶ οὔ μιν ὀί̈ομαι οὐδὲ πεπύσθαι λυγρῆσ ἀγγελίησ, ὅτι οἱ φίλοσ ὤλεθ’ ἑταῖροσ. ἀλλ’ οὔ πῃ δύναμαι ἰδέειν τοιοῦτον Ἀχαιῶν· ἠέρι γὰρ κατέχονται ὁμῶσ αὐτοί τε καὶ ἵπποι. Ζεῦ πάτερ ἀλλὰ σὺ ῥῦσαι ὑπ’ ἠέροσ υἱᾶσ Ἀχαιῶν, ποίησον δ’ αἴθρην, δὸσ δ’ ὀφθαλμοῖσιν ἰδέσθαι· ἐν δὲ φάει καὶ ὄλεσσον, ἐπεί νύ τοι εὐάδεν οὕτωσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기