호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Πάτροκλοσ δὲ πρῶτοσ ἀκόντισε δουρὶ φαεινῷ ἀντικρὺ κατὰ μέσσον, ὅθι πλεῖστοι κλονέοντο, νηὶ̈ πάρα πρυμνῇ μεγαθύμου Πρωτεσιλάου, καὶ βάλε Πυραίχμην, ὃσ Παίονασ ἱπποκορυστὰσ ἤγαγεν ἐξ Ἀμυδῶνοσ ἀπ’ Ἀξιοῦ εὐρὺ ῥέοντοσ· τὸν βάλε δεξιὸν ὦμον· ὃ δ’ ὕπτιοσ ἐν κονίῃσι κάππεσεν οἰμώξασ, ἕταροι δέ μιν ἀμφεφόβηθεν Παίονεσ· ἐν γὰρ Πάτροκλοσ φόβον ἧκεν ἅπασιν ἡγεμόνα κτείνασ, ὃσ ἀριστεύεσκε μάχεσθαι. ἐκ νηῶν δ’ ἔλασεν, κατὰ δ’ ἔσβεσεν αἰθόμενον πῦρ. ἡμιδαὴσ δ’ ἄρα νηῦσ λίπετ’ αὐτόθι· τοὶ δὲ φόβηθεν Τρῶεσ θεσπεσίῳ ὁμάδῳ· Δαναοὶ δ’ ἐπέχυντο νῆασ ἀνὰ γλαφυράσ· ὅμαδοσ δ’ ἀλίαστοσ ἐτύχθη. ὡσ δ’ ὅτ’ ἀφ’ ὑψηλῆσ κορυφῆσ ὄρεοσ μεγάλοιο κινήσῃ πυκινὴν νεφέλην στεροπηγερέτα Ζεύσ, ἔκ τ’ ἔφανεν πᾶσαι σκοπιαὶ καὶ πρώονεσ ἄκροι καὶ νάπαι, οὐρανόθεν δ’ ἄρ’ ὑπερράγη ἄσπετοσ αἰθήρ, ὣσ Δαναοὶ νηῶν μὲν ἀπωσάμενοι δήϊον πῦρ τυτθὸν ἀνέπνευσαν, πολέμου δ’ οὐ γίγνετ’ ἐρωή· οὐ γάρ πώ τι Τρῶεσ ἀρηϊφίλων ὑπ’ Ἀχαιῶν προτροπάδην φοβέοντο μελαινάων ἀπὸ νηῶν, ἀλλ’ ἔτ’ ἄρ’ ἀνθίσταντο, νεῶν δ’ ὑπόεικον ἀνάγκῃ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기