호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Τεῦκροσ δ’ ἄλλον ὀϊστὸν ἐφ’ Ἕκτορι χαλκοκορυστῇ αἴνυτο, καί κεν ἔπαυσε μάχησ ἐπὶ νηυσὶν Ἀχαιῶν, εἴ μιν ἀριστεύοντα βαλὼν ἐξείλετο θυμόν. ἀλλ’ οὐ λῆθε Διὸσ πυκινὸν νόον, ὅσ ῥ’ ἐφύλασσεν Ἕκτορ’, ἀτὰρ Τεῦκρον Τελαμώνιον εὖχοσ ἀπηύρα, ὅσ οἱ ἐϋστρεφέα νευρὴν ἐν ἀμύμονι τόξῳ ῥῆξ’ ἐπὶ τῷ ἐρύοντι· παρεπλάγχθη δέ οἱ ἄλλῃ ἰὸσ χαλκοβαρήσ, τόξον δέ οἱ ἔκπεσε χειρόσ. Τεῦκροσ δ’ ἐρρίγησε, κασίγνητον δὲ προσηύδα· ὢ πόποι ἦ δὴ πάγχυ μάχησ ἐπὶ μήδεα κείρει δαίμων ἡμετέρησ, ὅ τέ μοι βιὸν ἔκβαλε χειρόσ, νευρὴν δ’ ἐξέρρηξε νεόστροφον, ἣν ἐνέδησα πρώϊον, ὄφρ’ ἀνέχοιτο θαμὰ θρῴσκοντασ ὀϊστούσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기