호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὣς φάθ, ὃ δὲ ξυνέηκε, θέων δέ οἱ ἄγχι παρέστη, τόξον ἔχων ἐν χειρὶ παλίντονον ἠδὲ φαρέτρην ἰοδόκον:? μάλα δ ὦκα βέλεα Τρώεσσιν ἐφίει. καί ῥ ἔβαλε Κλεῖτον Πεισήνορος ἀγλαὸν υἱὸν Πουλυδάμαντος ἑταῖρον ἀγαυοῦ Πανθοΐδαο ἡνία χερσὶν ἔχοντα: ὃ μὲν πεπόνητο καθ ἵππους: τῇ γὰρ ἔχ ᾗ ῥα πολὺ πλεῖσται κλονέοντο φάλαγγες Ἕκτορι καὶ Τρώεσσι χαριζόμενος: τάχα δ αὐτῷ ἦλθε κακόν, τό οἱ οὔ τις ἐρύκακεν ἱεμένων περ. αὐχένι γάρ οἱ ὄπισθε πολύστονος ἔμπεσεν ἰός: ἤριπε δ ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι κείν ὄχεα κροτέοντες. ἄναξ δ ἐνόησε τάχιστα Πουλυδάμας, καὶ πρῶτος ἐναντίος ἤλυθεν ἵππων. τοὺς μὲν ὅ γ Ἀστυνόῳ Προτιάονος υἱέϊ δῶκε, πολλὰ δ ἐπότρυνε σχεδὸν ἴσχειν εἰσορόωντα ἵππους: αὐτὸς δ αὖτις ἰὼν προμάχοισιν ἐμίχθη.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기