호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὣσ ἔφατ’, οὐδ’ ἄρα πατρὸσ ἀνηκούστησεν Ἀπόλλων, βῆ δὲ κατ’ Ἰδαίων ὀρέων ἴρηκι ἐοικὼσ ὠκέϊ φασσοφόνῳ, ὅσ τ’ ὤκιστοσ πετεηνῶν. εὑρ͂’ υἱὸν Πριάμοιο δαί̈φρονοσ Ἕκτορα δῖον ἥμενον, οὐδ’ ἔτι κεῖτο, νέον δ’ ἐσαγείρετο θυμόν, ἀμφὶ ἓ γιγνώσκων ἑτάρουσ· ἀτὰρ ἆσθμα καὶ ἱδρὼσ παύετ’, ἐπεί μιν ἔγειρε Διὸσ νόοσ αἰγιόχοιο. ἀγχοῦ δ’ ἱστάμενοσ προσέφη ἑκάεργοσ Ἀπόλλων· Ἕκτορ υἱὲ Πριάμοιο, τί ἢ δὲ σὺ νόσφιν ἀπ’ ἄλλων ἧσ’ ὀλιγηπελέων; ἦ πού τί σε κῆδοσ ἱκάνει;

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기