호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὸν δ’ αὖτε προσέειπεν Ἀλέξανδροσ θεοειδήσ· Ἕκτορ ἐπεί τοι θυμὸσ ἀναίτιον αἰτιάασθαι, ἄλλοτε δή ποτε μᾶλλον ἐρωῆσαι πολέμοιο μέλλω, ἐπεὶ οὐδ’ ἐμὲ πάμπαν ἀνάλκιδα γείνατο μήτηρ· ἐξ οὗ γὰρ παρὰ νηυσὶ μάχην ἤγειρασ ἑταίρων, ἐκ τοῦ δ’ ἐνθάδ’ ἐόντεσ ὁμιλέομεν Δαναοῖσι νωλεμέωσ· ἕταροι δὲ κατέκταθεν οὓσ σὺ μεταλλᾷσ. οἰώ Δηί̈φοβόσ τε βίη θ’ Ἑλένοιο ἄνακτοσ οἴχεσθον, μακρῇσι τετυμμένω ἐγχείῃσιν ἀμφοτέρω κατὰ χεῖρα· φόνον δ’ ἤμυνε Κρονίων. νῦν δ’ ἄρχ’ ὅππῃ σε κραδίη θυμόσ τε κελεύει· ἡμεῖσ δ’ ἐμμεμαῶτεσ ἅμ’ ἑψόμεθ’, οὐδέ τί φημι ἀλκῆσ δευήσεσθαι, ὅση δύναμίσ γε πάρεστι. πὰρ δύναμιν δ’ οὐκ ἔστι καὶ ἐσσύμενον πολεμίζειν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기