호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὣσ ἔφατ’, οὐδ’ ἄρα οἱ κῆρυξ ἀπίθησεν ἀκούσασ, βῆ δὲ θέειν παρὰ τεῖχοσ Ἀχαιῶν χαλκοχιτώνων, στῆ δὲ παρ’ Αἰάντεσσι κιών, εἶθαρ δὲ προσηύδα· Αἰάντ’ Ἀργείων ἡγήτορε χαλκοχιτώνων ἠνώγει Πετεῶο διοτρεφέοσ φίλοσ υἱὸσ κεῖσ’ ἴμεν, ὄφρα πόνοιο μίνυνθά περ ἀντιάσητον ἀμφοτέρω μὲν μᾶλλον· ὃ γάρ κ’ ὄχ’ ἄριστον ἁπάντων εἰή, ἐπεὶ τάχα κεῖθι τετεύξεται αἰπὺσ ὄλεθροσ· ὧδε γὰρ ἔβρισαν Λυκίων ἀγοί, οἳ τὸ πάροσ περ ζαχρηεῖσ τελέθουσι κατὰ κρατερὰσ ὑσμίνασ. εἰ δὲ καὶ ἐνθάδε περ πόλεμοσ καὶ νεῖκοσ ὄρωρεν, ἀλλά περ οἰο͂σ ἴτω Τελαμώνιοσ ἄλκιμοσ Αἰάσ, καί οἱ Τεῦκροσ ἅμα σπέσθω τόξων ἐὺ̈ εἰδώσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기