- 텍스트

Homer, Iliad, Book 10 52:

(호메로스, 일리아스, Book 10 52:)

ἦ, καὶ ὃ μέν μιν ἔμελλε γενείου χειρὶ παχείῃ ἁψάμενος λίσσεσθαι, ὃ δ αὐχένα μέσσον ἔλασσε φασγάνῳ ἀΐξας, ἀπὸ δ ἄμφω κέρσε τένοντε:? φθεγγομένου δ ἄρα τοῦ γε κάρη κονίῃσιν ἐμίχθη. τοῦ δ ἀπὸ μὲν κτιδέην κυνέην κεφαλῆφιν ἕλοντο καὶ λυκέην καὶ τόξα παλίντονα καὶ δόρυ μακρόν: καὶ τά γ Ἀθηναίῃ ληΐτιδι δῖος Ὀδυσσεὺς ὑψός ἀνέσχεθε χειρὶ καὶ εὐχόμενος ἔπος ηὔδα: χαῖρε θεὰ τοῖσδεσσι: σὲ γὰρ πρώτην ἐν Ὀλύμπῳ πάντων ἀθανάτων ἐπιδωσόμεθ: ἀλλὰ καὶ αὖτις πέμψον ἐπὶ Θρῃκῶν ἀνδρῶν ἵππους τε καὶ εὐνάς.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION