- 텍스트

Homer, Iliad, Book 9 4:

(호메로스, 일리아스, Book 9 4:)

ὣς ἔφαθ, οἳ δ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.? δὴν δ ἄνεῳ ἦσαν τετιηότες υἱε῀ς Ἀχαιῶν: ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης: Ἀτρεΐδη σοὶ πρῶτα μαχήσομαι ἀφραδέοντι, ἣ θέμις ἐστὶν ἄναξ ἀγορῇ: σὺ δὲ μή τι χολωθῇς. ἀλκὴν μέν μοι πρῶτον ὀνείδισας ἐν Δαναοῖσι φὰς ἔμεν ἀπτόλεμον καὶ ἀνάλκιδα: ταῦτα δὲ πάντα ἴσας Ἀργείων ἠμὲν νέοι ἠδὲ γέροντες. σοὶ δὲ διάνδιχα δῶκε Κρόνου πάϊς ἀγκυλομήτεω: σκήπτρῳ μέν τοι δῶκε τετιμῆσθαι περὶ πάντων, ἀλκὴν δ οὔ τοι δῶκεν, ὅ τε κράτος ἐστὶ μέγιστον. δαιμόνι οὕτω που μάλα ἔλπεαι υἱᾶς Ἀχαιῶν ἀπτολέμους τ ἔμεναι καὶ ἀνάλκιδας ὡς ἀγορεύεις· εἰ δέ τοι αὐτῷ θυμὸς ἐπέσσυται ὥς τε νέεσθαι ἔρχεο: πάρ τοι ὁδός, νῆες δέ τοι ἄγχι θαλάσσης ἑστᾶς, αἵ τοι ἕποντο Μυκήνηθεν μάλα πολλαί. ἀλλ ἄλλοι μενέουσι κάρη κομόωντες Ἀχαιοὶ εἰς ὅ κέ περ Τροίην διαπέρσομεν. εἰ δὲ καὶ αὐτοὶ φευγόντων σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν: νῶϊ δ ἐγὼ Σθένελός τε μαχησόμεθ εἰς ὅ κε τέκμωρ Ἰλίου εὑρ´ωμεν: σὺν γὰρ θεῷ εἰλήλουθμεν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION