호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τῷ δὲ θεοὶ κάλλός τε καὶ ἠνορέην ἐρατεινὴν ὤπασαν:? αὐτάρ οἱ Προῖτος κακὰ μήσατο θυμῷ, ὅς ῥ ἐκ δήμου ἔλασσεν, ἐπεὶ πολὺ φέρτερος ἠε῀ν, Ἀργείων: Ζεὺς γάρ οἱ ὑπὸ σκήπτρῳ ἐδάμασσε. τῷ δὲ γυνὴ Προίτου ἐπεμήνατο δῖ Ἄντεια κρυπταδίῃ φιλότητι μιγήμεναι: ἀλλὰ τὸν οὔ τι πεῖθ ἀγαθὰ φρονέοντα δαΐφρονα Βελλεροφόντην. ἣ δὲ ψευσαμένη Προῖτον βασιλῆα προσηύδα: τεθναίης ὦ Προῖτ, ἢ κάκτανε Βελλεροφόντην, ὅς μ ἔθελεν φιλότητι μιγήμεναι οὐκ ἐθελούσῃ. ὣς φάτο, τὸν δὲ ἄνακτα χόλος λάβεν οἱο῀ν ἄκουσε: κτεῖναι μέν ῥ ἀλέεινε, σεβάσσατο γὰρ τό γε θυμῷ, πέμπε δέ μιν Λυκίην δέ, πόρεν δ ὅ γε σήματα λυγρὰ γράψας ἐν πίνακι πτυκτῷ θυμοφθόρα πολλά, δεῖξαι δ ἠνώγειν ᾧ πενθερῷ ὄφρ ἀπόλοιτο. αὐτὰρ ὁ βῆ Λυκίην δὲ θεῶν ὑπ ἀμύμονι πομπῇ. ἀλλ ὅτε δὴ Λυκίην ἷξε Ξάνθόν τε ῥέοντα, προφρονέως μιν τῖεν ἄναξ Λυκίης εὐρείης: ἐννῆμαρ ξείνισσε καὶ ἐννέα βοῦς ἱέρευσεν. ἀλλ ὅτε δὴ δεκάτη ἐφάνη ῥοδοδάκτυλος Ηὢς καὶ τότε μιν ἐρέεινε καὶ ᾔτεε σῆμα ἰδέσθαι ὅττί ῥά οἱ γαμβροῖο πάρα Προίτοιο φέροιτο. αὐτὰρ ἐπεὶ δὴ σῆμα κακὸν παρεδέξατο γαμβροῦ, πρῶτον μέν ῥα Χίμαιραν ἀμαιμακέτην ἐκέλευσε πεφνέμεν: ἣ δ ἄρ ἐήν θεῖον γένος οὐδ ἀνθρώπων, πρόσθε λέων, ὄπιθεν δὲ δράκων, μέσση δὲ χίμαιρα, δεινὸν ἀποπνείουσα πυρὸς μένος αἰθομένοιο, καὶ τὴν μὲν κατέπεφνε θεῶν τεράεσσι πιθήσας. δεύτερον αὖ Σολύμοισι μαχέσσατο κυδαλίμοισι: καρτίστην δὴ τήν γε μάχην φάτο δύμεναι ἀνδρῶν. τὸ τρίτον αὖ κατέπεφνεν Ἀμαζόνας ἀντιανείρας. τῷ δ ἄρ ἀνερχομένῳ πυκινὸν δόλον ἄλλον ὕφαινε: κρίνας ἐκ Λυκίης εὐρείης φῶτας ἀρίστους εἷσε λόχον: τοὶ δ οὔ τι πάλιν οἶκον δὲ νέοντο: πάντας γὰρ κατέπεφνεν ἀμύμων Βελλεροφόντης.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기