- 텍스트

Homer, Iliad, Book 5 19:

(호메로스, 일리아스, Book 5 19:)

ἔνθ ἕλεν Ἀστύνοον καὶ Ὑπείρονα ποιμένα λαῶν, τὸν μὲν ὑπὲρ μαζοῖο βαλὼν χαλκήρεϊ δουρί, τὸν δ ἕτερον ξίφεϊ μεγάλῳ κληῗδα παρ ὦμον πλῆξ, ἀπὸ δ αὐχένος ὦμον ἐέργαθεν ἠδ ἀπὸ νώτου.? τοὺς μὲν ἐάς, ὃ δ Ἄβαντα μετῴχετο καὶ Πολύειδον υἱέας Εὐρυδάμαντος ὀνειροπόλοιο γέροντος: τοῖς οὐκ ἐρχομένοις ὃ γέρων ἐκρίνατ ὀνείρους, ἀλλά σφεας κρατερὸς Διομήδης ἐξενάριξε: βῆ δὲ μετὰ Ξάνθόν τε Θόωνά τε Φαίνοπος υἱε῀ ἄμφω τηλυγέτω: ὃ δὲ τείρετο γήραϊ λυγρῷ, υἱὸν δ οὐ τέκετ ἄλλον ἐπὶ κτεάτεσσι λιπέσθαι. ἔνθ ὅ γε τοὺς ἐνάριζε, φίλον δ ἐξαίνυτο θυμὸν ἀμφοτέρω, πατέρι δὲ γόον καὶ κήδεα λυγρὰ λεῖπ, ἐπεὶ οὐ ζώοντε μάχης ἐκνοστήσαντε δέξατο: χηρωσταὶ δὲ διὰ κτῆσιν δατέοντο.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION