호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἤτοι ὅ γ ὣς εἰπὼν κατ ἄρ ἕζετο:? τοῖσι δ ἀνέστη ἡρ´ως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων ἀχνύμενος: μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι πίμπλαντ, ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐΐκτην: Κάλχαντα πρώτιστα κάκ ὀσσόμενος προσέειπε: μάντι κακῶν οὐ πώ ποτέ μοι τὸ κρήγυον εἶπας: αἰεί τοι τὰ κάκ ἐστὶ φίλα φρεσὶ μαντεύεσθαι, ἐσθλὸν δ οὔτέ τί πω εἶπας ἔπος οὔτ ἐτέλεσσας: καὶ νῦν ἐν Δαναοῖσι θεοπροπέων ἀγορεύεις ὡς δὴ τοῦδ ἕνεκά σφιν ἑκηβόλος ἄλγεα τεύχει, οὕνεκ ἐγὼ κούρης Χρυσηΐδος ἀγλά ἄποινα οὐκ ἔθελον δέξασθαι, ἐπεὶ πολὺ βούλομαι αὐτὴν οἴκοι ἔχειν: καὶ γάρ ῥα Κλυταιμνήστρης προβέβουλα κουριδίης ἀλόχου, ἐπεὶ οὔ ἑθέν ἐστι χερείων, οὐ δέμας οὐδὲ φυήν, οὔτ ἂρ φρένας οὔτέ τι ἔργα. ἀλλὰ καὶ ὧς ἐθέλω δόμεναι πάλιν εἰ τό γ ἄμεινον: βούλομ ἐγὼ λαὸν σῶν ἔμμεναι ἢ ἀπολέσθαι: αὐτὰρ ἐμοὶ γέρας αὐτίχ ἑτοιμάσατ ὄφρα μὴ οἰο῀ς Ἀργείων ἀγέραστος ἐώ, ἐπεὶ οὐδὲ ἐοίκε: λεύσσετε γὰρ τό γε πάντες ὅ μοι γέρας ἔρχεται ἄλλῃ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기