- 텍스트

Euripides, The Trojan Women, choral, lyric

(에우리피데스, The Trojan Women, choral, lyric)

πρῷραι ναῶν, ὠκείαις Ἴλιον ἱερὰν αἳ κώπαις δι ἅλα πορφυροειδέα καὶ λιμένας Ἑλλάδος εὐόρμους αὐλῶν παιᾶνι στυγνῷ συρίγγων τ εὐφθόγγων φωνᾷ βαίνουσαι πλεκτὰν Αἰγύπτου παιδείαν ἐξηρτήσασθ, αἰαῖ, Τροίας ἐν κόλποις τὰν Μενελάου μετανισόμεναι στυγνὰν ἄλοχον, Κάστορι λώβαν τῷ τ Εὐρώτᾳ δυσκλείαν, ἃ σφάζει μὲν τὸν πεντήκοντ ἀροτῆρα τέκνων Πρίαμον, ἐμέ τε μελέαν Ἑκάβαν ἐς τάνδ ἐξώκειλ ἄταν.? ὤμοι, θάκους οἱούς θάσσω, σκηναῖς ἐφέδρους Ἀγαμεμνονίαις. δούλα δ ἄγομαι γραῦς ἐξ οἴκων πενθήρη κρᾶτ ἐκπορθηθεῖς οἰκτρῶς. ἀλλ ὦ τῶν χαλκεγχέων Τρώων ἄλοχοι μέλεαι, καὶ κοῦραι <κοῦραι> δύσνυμφοι, τύφεται Ἴλιον, αἰάζωμεν. μάτηρ δ ὡσεί τις πτανοῖς ὄρνισιν, ὅπως ἐξάρξω γὼ κλαγγάν, μολπάν, οὐ τὰν αὐτὰν οἱάν ποτὲ δὴ σκήπτρῳ Πριάμου διερειδομένα ποδὸς ἀρχεχόρου πληγαῖς Φρυγίους εὐκόμποις ἐξῆρχον θεούς.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION