호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τί τὴν τυραννίδ, ἀδικίαν εὐδαίμονα, τιμᾷς ὑπέρφευ καὶ μέγ ἥγησαι τόδε·? ὁ δ ὄλβος οὐ βέβαιος, ἀλλ ἐφήμερος. περιβλέπεσθαι τίμιον· κενὸν μὲν οὖν. ἢ πολλὰ μοχθεῖν πόλλ ἔχων ἐν δώμασι βούλῃ· τί δ ἔστι τὸ πλέον· ὄνομ ἔχει μόνον: ἐπεὶ τά γ ἀρκοῦνθ ἱκανὰ τοῖς γε σώφροσιν. οὔτοι τὰ χρήματ ἴδια κέκτηνται βροτοί, τὰ τῶν θεῶν δ ἔχοντες ἐπιμελούμεθα: ὅταν δὲ χρῄζως, αὔτ ἀφαιροῦνται πάλιν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기