호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὰ μὲν πυλωρῶν κλῇθρά μ εἰσεδέξατο δι εὐπετείας τειχέων ἔσω μολεῖν.? ὃ καὶ δέδοικα μή με δικτύων ἔσω λαβόντες οὐκ ἐκφρῶς ἀναίμακτον χρόα. ὧν οὕνεκ ὄμμα πανταχῇ διοιστέον κἀκεῖσε καὶ τὸ δεῦρο, μὴ δόλος τις ᾖ. ὡπλισμένος δὲ χεῖρα τῷδε φασγάνῳ τὰ πίστ ἐμαυτῷ τοῦ θράσους παρέξομαι. ὠή, τίς οὗτος· ἢ κτύπον φοβούμεθα· ἅπαντα γὰρ τολμῶσι δεινὰ φαίνεται, ὅταν δι ἐχθρᾶς ποὺς ἀμείβηται χθονός. πέποιθα μέντοι μητρί, κοὐ πέποιθ ἅμα, ἥτις μ ἔπεισε δεῦρ ὑπόσπονδον μολεῖν. ἀλλ ἐγγὺς ἀλκή: βώμιοι γὰρ ἐσχάραι πέλας πάρεισι, κοὐκ ἔρημα δώματα. φέρ ἐς σκοτεινὰς περιβολὰς μεθῶ ξίφος καὶ τάσδ ἔρωμαι, τίνες ἐφεστᾶσιν δόμοις. ξέναι γυναῖκες, εἴπατ, ἐκ ποίας πάτρας Ἑλληνικοῖσι δώμασιν πελάζετε· Φοίνισσα μὲν γῆ πατρὶς ἡ θρέψασά με, Ἀγήνορος δὲ παῖδες ἐκ παίδων δορὸς Φοίβῳ μ ἔπεμψαν ἐνθάδ ἀκροθίνιον. μέλλων δὲ πέμπειν μ Οἰδίπου κλεινὸς γόνος μαντεῖα σεμνὰ Λοξίου τ ἐπ ἐσχάρας - ἐν τῷδ ἐπεστράτευσαν Ἀργεῖοι πόλιν. σὺ δ ἀντάμειψαί μ, ὅστις ὢν ἐλήλυθας ἑπτάστομον πύργωμα Θηβαίας χθονός. πατὴρ μὲν ἡμῖν Οἰδίπους ὁ Λαΐου, ἔτικτε δ Ιὀκάστη με, παῖς Μενοικέως: καλεῖ δὲ Πολυνείκη με Θηβαῖος λεώς. ὦ συγγένεια τῶν Ἀγήνορος τέκνων, ἐμῶν τυράννων, ὧν ἀπεστάλην ὕπο - γονυπετεῖς ἕδρας προσπίτνω ς, ἄναξ, τὸν οἴκοθεν νόμον σέβους - ἔβας ὢ χρόνῳ γᾶν πατρῴαν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기