- 텍스트

Euripides, episode, iambic 3:

(에우리피데스, episode, iambic 3:)

ὦ θεοί, τί λεύσσω·? τίνα δέδορκα νερτέρων· εὖ γ εἶπας: οὐ γὰρ ζῶ κακοῖς, φάος δ ὁρῶ. ὡς ἠγρίωσαι πλόκαμον αὐχμηρόν, τάλας. οὐχ ἡ πρόσοψίς μ, ἀλλὰ τἄργ αἰκίζεται. δεινὸν δὲ λεύσσεις ὀμμάτων ξηραῖς κόραις. τὸ σῶμα φροῦδον: τὸ δ ὄνομ οὐ λέλοιπέ μοι. ὦ παρὰ λόγον μοι σὴ φανεῖς ἀμορφία. ὅδ εἰμὶ μητρὸς τῆς ταλαιπώρου φονεύς. ἤκουσα, φείδου δ: ὀλιγάκις λέγειν κακά. φειδόμεθ: ὁ δαίμων δ ἐς ἐμὲ πλούσιος κακῶν. τί χρῆμα πάσχεις· τίς ς ἀπόλλυσιν νόσος· ἡ σύνεσις, ὅτι σύνοιδα δείν εἰργασμένος. πῶς φῄς· σοφόν τοι τὸ σαφές, οὐ τὸ μὴ σαφές. λύπη μάλιστά γ ἡ διαφθείρουσά με - δεινὴ γὰρ ἡ θεός, ἀλλ ὅμως ἰάσιμος. μανίαι τε, μητρὸς αἵματος τιμωρίαι. ἤρξω δὲ λύσσης πότε· τίς ἡμέρα τότ ἦν· ἐν ᾗ τάλαιναν μητέρ ἐξώγκουν τάφῳ. πότερα κατ οἴκους ἢ προσεδρεύων πυρᾷ· νυκτὸς φυλάσσων ὀστέων ἀναίρεσιν. παρῆν τις ἄλλος, ὃς σὸν ὤρθευεν δέμας· Πυλάδης, ὁ συνδρῶν αἷμα καὶ μητρὸς φόνον. ἐκ φασμάτων δὲ τάδε νοσεῖς: ποίων ὕπο· ἔδοξ ἰδεῖν τρεῖς νυκτὶ προσφερεῖς κόρας. οἶδ ἃς ἔλεξας, ὀνομάσαι δ οὐ βούλομαι. σεμναὶ γάρ: εὐπαίδευτα δ ἀπετρέπου λέγειν. αὗταί σε βακχεύουσι συγγενῆ φόνον· οἴμοι διωγμῶν, οἷς ἐλαύνομαι τάλας. οὐ δεινὰ πάσχειν δεινὰ τοὺς εἰργασμένους. ἀλλ ἔστιν ἡμῖν ἀναφορὰ τῆς συμφορᾶς. μὴ θάνατον εἴπῃς: τοῦτο μὲν γὰρ οὐ σοφόν. Φοῖβος, κελεύσας μητρὸς ἐκπρᾶξαι φόνον. ἀμαθέστερός γ ὢν τοῦ καλοῦ καὶ τῆς δίκης. δουλεύομεν θεοῖς, ὅ τι ποτ εἰσὶν οἱ θεοί. κᾆτ οὐκ ἀμύνει Λοξίας τοῖς σοῖς κακοῖς· μέλλει: τὸ θεῖον δ ἐστὶ τοιοῦτον φύσει. πόσον χρόνον δὲ μητρὸς οἴχονται πνοαί· ἕκτον τόδ ἦμαρ: ἔτι πυρὰ θερμὴ τάφου. ὡς ταχὺ μετῆλθόν ς αἷμα μητέρος θεαί. οὐ σοφός, ἀληθὴς δ ἐς φίλους <ἔφυν φίλος. > πατρὸς δὲ δή τι ς ὠφελεῖ τιμωρία· οὔπω: τὸ μέλλον δ ἴσον ἀπραξίᾳ λέγω.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION