호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
δεῖξόν νυν, ὦ τάλαινα, σὴν νικηφόρον ἀστοῖσιν ἄγραν ἣν φέρουσ’ ἐλήλυθασ. ὦ καλλίπυργον ἄστυ Θηβαίασ χθονὸσ ναίοντεσ, ἔλθεθ’ ὡσ ἴδητε τήνδ’ ἄγραν, Κάδμου θυγατέρεσ θηρὸσ ἣν ἠγρεύσαμεν, οὐκ ἀγκυλητοῖσ Θεσσαλῶν στοχάσμασιν, οὐ δικτύοισιν, ἀλλὰ λευκοπήχεσι χειρῶν ἀκμαῖσιν. κᾆτα κομπάζειν χρεὼν καὶ λογχοποιῶν ὄργανα κτᾶσθαι μάτην; ἡμεῖσ δέ γ’ αὐτῇ χειρὶ τόνδε θ’ εἵλομεν, χωρίσ τε θηρὸσ ἄρθρα διεφορήσαμεν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기