호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ταῦτα καὶ καθύβρις αὐτόν, ὅτι με δεσμεύειν δοκῶν οὔτ ἔθιγεν οὔθ ἥψαθ ἡμῶν, ἐλπίσιν δ ἐβόσκετο.? πρὸς φάτναις δὲ ταῦρον εὑρών, οὗ καθεῖρξ ἡμᾶς ἄγων, τῷδε περὶ βρόχους ἔβαλλε γόνασι καὶ χηλαῖς ποδῶν, θυμὸν ἐκπνέων, ἱδρῶτα σώματος στάζων ἄπο, χείλεσιν διδοὺς ὀδόντας: πλησίον δ ἐγὼ παρὼν ἥσυχος θάσσων ἔλευσσον. ἐν δὲ τῷδε τῷ χρόνῳ ἀνετίναξ ἐλθὼν ὁ Βάκχος δῶμα καὶ μητρὸς τάφῳ πῦρ ἀνῆψ: ὃ δ ὡς ἐσεῖδε, δώματ αἴθεσθαι δοκῶν, ᾖσς ἐκεῖσε κᾆτ ἐκεῖσε, δμωσὶν Ἀχελῷον φέρειν ἐννέπων, ἅπας δ ἐν ἔργῳ δοῦλος ἦν, μάτην πονῶν. διαμεθεὶς δὲ τόνδε μόχθον, ὡς ἐμοῦ πεφευγότος, ἱέται ξίφος κελαινὸν ἁρπάσας δόμων ἔσω. κᾆθ ὁ Βρόμιος, ὡς ἔμοιγε φαίνεται, δόξαν λέγω, φάσμ ἐποίησεν κατ αὐλήν: ὃ δ ἐπὶ τοῦθ ὡρμημένος ᾖσσε κἀκέντει φαεννὸν <αἰθέρ>, ὡς σφάζων ἐμέ. πρὸς δὲ τοῖσδ αὐτῷ τάδ ἄλλα Βάκχιος λυμαίνεται: δώματ ἔρρηξεν χαμᾶζε: συντεθράνωται δ ἅπαν πικροτάτους ἰδόντι δεσμοὺς τοὺς ἐμούς: κόπου δ ὕπο διαμεθεὶς ξίφος παρεῖται: πρὸς θεὸν γὰρ ὢν ἀνὴρ ἐς μάχην ἐλθεῖν ἐτόλμησε. ἥσυχος δ ἐκβὰς ἐγὼ δωμάτων ἥκω πρὸς ὑμᾶς, Πενθέως οὐ φροντίσας.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기