호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τό τε χωρίον, ἐν ᾧ τὸν ἀγῶνα ποιησόμεθα, σύνεργον ἡμῖν τοῖσ ἀπὸ μετεώρου κατιοῦσιν ἐπὶ τὸ πρανέσ, ἐκείνοισ δὲ πολέμιον τοῖσ ἐκ τοῦ χθαμαλοῦ πρὸσ τὰ μετέωρα χωρεῖν ἀναγκαζομένοισ. φοβείσθω δὲ μηδεὶσ ὑμῶν μήτε τὸ πλῆθοσ τῶν πολεμίων μήτε τὸ μέγεθοσ, μηδ’ εἰσ ταῦτά τισ πλεονεκτήματα αὐτῶν ὁρῶν ἀθυμότεροσ πρὸσ τὸν ἀγῶνα ἔστω, ἀλλ’ ἐνθυμείσθω πρῶτον μέν, ὅτι κρεῖττόν ἐστιν ἔλαττον στράτευμα ἐπιστάμενον, ἃ δεῖ πράττειν, ἢ πολὺ ἀμαθέσ· ἔπειθ’ ὅτι τοῖσ μὲν ὑπὲρ τῶν ἰδίων ἀγωνιζομένοισ ἡ φύσισ αὐτὴ θάρσοσ τέ τι πρὸσ τοὺσ κινδύνουσ παρίστησι, καὶ πνεῦμα ἐνθουσιῶδεσ ὥσπερ τοῖσ θεοφορήτοισ παρέχει, τοῖσ δ’ ἁρπάσαι τὰ ἀλλότρια προθυμουμένοισ μαλακώτεραι πρὸσ τὰ δεινὰ αἱ τόλμαι φιλοῦσι γίνεσθαι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기