호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀποψηφισαμένησ δὲ τῆσ βουλῆσ τῶν Ῥωμαίων τὰσ διαλλαγὰσ οἱ μὲν ἄλλοι πρέσβεισ ἀπῄεσαν ἐκ τοῦ βουλευτηρίου σιωπῇ, ὁ δὲ ἐπιφανέστατοσ ἐξ αὐτῶν καὶ κατὰ τὴν μαντικὴν ἐμπειρίαν δοκιμώτατοσ, ἐπιστὰσ ταῖσ θύραισ καὶ περιβλέψασ ἅπαντασ τοὺσ παρόντασ ἐν τῷ συνεδρίῳ· καλόν, ἔφησεν, ὦ Ῥωμαῖοι, δόγμα ἐξενηνόχατε καὶ μεγαλοπρεπέσ, οἱ τὴν ἡγεμονίαν ἀξιοῦντεσ ἔχειν τῶν περιοίκων δι’ ἀρετήν, πόλιν οὔτε μικρὰν οὔτε ἄσημον ἀποτιθεμένην τὰ ὅπλα καὶ παραδιδοῦσαν ὑμῖν ἑαυτὴν οὐκ ἀξιοῦντεσ ὑπήκοον ἔχειν, ἀλλὰ πρόρριζον ἀνελεῖν βουλόμενοι, οὔτε τὸν ἐκ τοῦ θείου δείσαντεσ χόλον, οὔτε τὴν παρ’ ἀνθρώπων ἐντραπέντεσ νέμεσιν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기