호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐν τοιαύτῃ δ’ ἀμηχανίᾳ τῆσ βουλῆσ ὑπαρχούσησ παρῆσαν οἱ προαποσταλέντεσ εἰσ Δελφοὺσ θεόπροποι χρησμοὺσ κομίζοντεσ τοῖσ ὑπὸ τοῦ Τυρρηνοῦ πρότερον ἀπηγγελμένοισ συνᾴδοντασ· ὅτι θεοὶ καὶ δαίμονεσ οἱ λαχόντεσ τὴν Οὐιεντανῶν πόλιν τοσοῦτον αὐτοῖσ ἐγγυῶνται χρόνον ἀσάλευτον φυλάξαι τὴν ἐκ προγόνων παραδοθεῖσαν εὐδαιμονίαν, ὅσον ἂν διαμένωσιν αἱ πηγαὶ τῆσ ἐν Ἀλβανῷ λίμνησ ὑπερχεόμεναι καὶ μέχρι θαλάττησ ἀπορρέουσαι·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기