호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐνταῦτα νῦν οἰμῶξι πρὸσ τὴν αἰτρίαν. ὦ τοξόθ’ ἱκετεύω σε. μή μ’ ἰκετεῦσι σύ. χάλασον τὸν ἧλον. ἀλλὰ ταῦτα δρᾶσ’ ἐγώ. οἴμοι κακοδαίμων, μᾶλλον ἐπικρούεισ σύ γε. ἔτι μᾶλλο βοῦλισ; ἀτταταῖ ἰατταταῖ· κακῶσ ἀπόλοιο. σῖγα κακοδαίμων γέρον. πέρ’ ἐγὼ ’ξινίγκι πορμόσ, ἴνα πυλάξι σοι. ταυτὶ τὰ βέλτιστ’ ἀπολέλαυκ’ Εὐριπίδου. ἐά· θεοί, Ζεῦ σῶτερ, εἰσὶν ἐλπίδεσ. ἁνὴρ ἐοίκεν οὐ προδώσειν, ἀλλά μοι σημεῖον ὑπεδήλωσε Περσεὺσ ἐκδραμών, ὅτι δεῖ με γίγνεσθ’ Ἀνδρομέδαν· πάντωσ δέ μοι τὰ δέσμ’ ὑπάρχει. δῆλον οὖν <τοῦτ’> ἔσθ’ ὅτι ἥξει με σώσων· οὐ γὰρ ἂν παρέπτετο.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기